Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1 Joseph. AJ 1 (English) >>Joseph. AJ 2

1.1

Τοῖς note τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν, ἀλλὰ πολλὰς καὶ πλεῖστον ἀλλήλων διαφερούσας. 1.2τινὲς μὲν γὰρ ἐπιδεικνύμενοι λόγων δεινότητα καὶ τὴν ἀπʼ αὐτῆς θηρευόμενοι δόξαν ἐπὶ τοῦτο τῆς παιδείας τὸ μέρος ὁρμῶσιν, ἄλλοι δὲ χάριν ἐκείνοις φέροντες, περὶ ὧν τὴν ἀναγραφὴν εἶναι συμβέβηκε, τὸν εἰς αὐτὴν πόνον καὶ παρὰ δύναμιν ὑπέστησαν· 1.3εἰσὶ δʼ οἵτινες ἐβιάσθησαν ὑπʼ αὐτῆς τῆς τῶν πραγμάτων ἀνάγκης οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν· πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε τὴν περὶ αὐτῶν ἱστορίαν εἰς κοινὴν ὠφέλειαν ἐξενεγκεῖν. 1.4τούτων δὴ τῶν προειρημένων αἰτιῶν αἱ τελευταῖαι δύο κἀμοὶ συμβεβήκασι· τὸν μὲν γὰρ πρὸς τοὺς Ῥωμαίους πόλεμον ἡμῖν τοῖς Ἰουδαίοις γενόμενον καὶ τὰς ἐν αὐτῷ πράξεις καὶ τὸ τέλος οἷον ἀπέβη πείρᾳ μαθὼν ἐβιάσθην ἐκδιηγήσασθαι διὰ τοὺς ἐν τῷ γράφειν λυμαινομένους τὴν ἀλήθειαν, 1.5ταύτην δὲ τὴν ἐνεστῶσαν ἐγκεχείρισμαι πραγματείαν νομίζων ἅπασι φανεῖσθαι τοῖς Ἕλλησιν ἀξίαν σπουδῆς· μέλλει γὰρ περιέξειν ἅπασαν τὴν παρʼ ἡμῖν ἀρχαιολογίαν καὶ διάταξιν τοῦ πολιτεύματος ἐκ τῶν Ἑβραϊκῶν μεθηρμηνευμένην γραμμάτων. 1.6ἤδη μὲν οὖν καὶ πρότερον διενοήθην, ὅτε τὸν πόλεμον συνέγραφον, δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις ὑφʼ οἵῳ τε παιδευθέντες νομοθέτῃ τὰ πρὸς εὐσέβειαν καὶ τὴν ἄλλην ἄσκησιν ἀρετῆς πόσους τε πολέμους ἐν μακροῖς πολεμήσαντες χρόνοις εἰς τὸν τελευταῖον ἄκοντες πρὸς Ῥωμαίους κατέστησαν. 1.7ἀλλʼ ἐπειδὴ μείζων ἦν τοῦδε τοῦ λόγου περιβολή, κατʼ αὐτὸν ἐκεῖνον χωρίσας ταῖς ἰδίαις ἀρχαῖς αὐτοῦ καὶ τῷ τέλει τὴν γραφὴν συνεμέτρησα· χρόνου δὲ προϊόντος, ὅπερ φιλεῖ τοῖς μεγάλων ἅπτεσθαι διανοουμένοις, ὄκνος μοι καὶ μέλλησις ἐγίνετο τηλικαύτην μετενεγκεῖν ὑπόθεσιν εἰς ἀλλοδαπὴν ἡμῖν καὶ ξένην διαλέκτου συνήθειαν. 1.8ἦσαν δέ τινες, οἳ πόθῳ τῆς ἱστορίας ἐπʼ αὐτήν με προύτρεπον, καὶ μάλιστα δὴ πάντων Ἐπαφρόδιτος ἀνὴρ ἅπασαν μὲν ἰδέαν παιδείας ἠγαπηκώς, διαφερόντως δὲ χαίρων ἐμπειρίαις πραγμάτων, ἅτε δὴ μεγάλοις μὲν αὐτὸς ὁμιλήσας πράγμασι καὶ τύχαις πολυτρόποις, ἐν ἅπασι δὲ θαυμαστὴν φύσεως ἐπιδειξάμενος ἰσχὺν καὶ προαίρεσιν ἀρετῆς ἀμετακίνητον. 1.9τούτῳ δὴ πειθόμενος ὡς αἰεὶ τοῖς χρήσιμον καλόν τι πράττειν δυναμένοις συμφιλοκαλοῦντι καὶ ἐμαυτὸν αἰσχυνόμενος, εἰ δόξαιμι ῥαθυμίᾳ πλέον τῷ περὶ τὰ κάλλιστα χαίρειν πόνῳ, προθυμότερον ἐπερρώσθην, ἔτι κἀκεῖνα πρὸς τοῖς εἰρημένοις λογισάμενος οὐ παρέργως, περί τε τῶν ἡμετέρων προγόνων εἰ μεταδιδόναι τῶν τοιούτων ἤθελον, καὶ περὶ τῶν Ἑλλήνων εἴ τινες αὐτῶν γνῶναι τὰ παρʼ ἡμῖν ἐσπούδασαν. 1.10

Εὗρον τοίνυν, ὅτι Πτολεμαίων μὲν δεύτερος μάλιστα δὴ βασιλεὺς περὶ παιδείαν καὶ βιβλίων συναγωγὴν σπουδάσας ἐξαιρέτως ἐφιλοτιμήθη τὸν ἡμέτερον νόμον καὶ τὴν κατʼ αὐτὸν διάταξιν τῆς πολιτείας εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλεῖν, 1.11 δὲ τῶν παρʼ ἡμῖν ἀρχιερέων οὐδενὸς ἀρετῇ δεύτερος Ἐλεάζαρος τῷ προειρημένῳ βασιλεῖ ταύτης ἀπολαῦσαι τῆς ὠφελείας οὐκ ἐφθόνησε πάντως ἀντειπὼν ἄν, εἰ μὴ πάτριον ἦν ἡμῖν τὸ μηδὲν ἔχειν τῶν καλῶν ἀπόρρητον. 1.12κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα τὸ μὲν τοῦ ἀρχιερέως μιμήσασθαι μεγαλόψυχον, τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς· οὐδὲ γὰρ πᾶσαν ἐκεῖνος ἔφθη λαβεῖν τὴν ἀναγραφήν, ἀλλὰ μόνα τὰ τοῦ νόμου παρέδοσαν οἱ πεμφθέντες ἐπὶ τὴν ἐξήγησιν εἰς τὴν Ἀλεξάνδρειαν· 1.13μυρία δʼ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι, πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί. 1.14τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται παρὰ θεοῦ· καθʼ ὅσον δʼ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους τι ποτʼ ἂν ὡς ἀγαθὸν δρᾶν σπουδάσωσιν, 1.15ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρʼ ἄλλοις ἀσχήμονος μυθολογίας· 1.16καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν πλασμάτων· γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφʼ ὅσον πλῆθος αἰῶνος οὐδʼ αὐτῶν οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις τοὺς νόμους ἀνενεγκεῖν ἐτόλμησαν. 1.17τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν λόγος κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ· τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδʼ αὖ παραλιπών. 1.18

Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος, ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων διαπορῶσι, πόθεν ἡμῖν λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν. 1.19ἰστέον οὖν, ὅτι πάντων ἐκεῖνος ἀναγκαιότατον ἡγήσατο τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθʼ ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν. 1.20οὔτε γὰρ αὐτῷ ποτʼ ἂν γενέσθαι νοῦν ἀγαθὸν τῷ νομοθέτῃ ταύτης ἀπολειπομένῳ τῆς θέας, οὔτε τῶν γραφησομένων εἰς ἀρετῆς λόγον οὐδὲν ἀποβήσεσθαι τοῖς λαβοῦσιν, εἰ μὴ πρὸ παντὸς ἄλλου διδαχθεῖεν, ὅτι πάντων πατήρ τε καὶ δεσπότης θεὸς ὢν καὶ πάντα ἐπιβλέπων τοῖς μὲν ἑπομένοις αὐτῷ δίδωσιν εὐδαίμονα βίον, τοὺς ἔξω δὲ βαίνοντας ἀρετῆς μεγάλαις περιβάλλει συμφοραῖς. 1.21τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ πολίτας τῆς τῶν νόμων θέσεως οὐκ ἀπὸ συμβολαίων καὶ τῶν πρὸς ἀλλήλους δικαίων ἤρξατο τοῖς ἄλλοις παραπλησίως, ἀλλʼ ἐπὶ τὸν θεὸν καὶ τὴν τοῦ κόσμου κατασκευὴν τὰς γνώμας αὐτῶν ἀναγαγὼν καὶ πείσας, ὅτι τῶν ἐπὶ γῆς ἔργων τοῦ θεοῦ κάλλιστόν ἐσμεν ἄνθρωποι, ὅτε πρὸς τὴν εὐσέβειαν ἔσχεν ὑπακούοντας, ῥᾳδίως ἤδη περὶ πάντων ἔπειθεν. 1.22οἱ μὲν γὰρ ἄλλοι νομοθέται τοῖς μύθοις ἐξακολουθήσαντες τῶν ἀνθρωπίνων ἁμαρτημάτων εἰς τοὺς θεοὺς τῷ λόγῳ τὴν αἰσχύνην μετέθεσαν καὶ πολλὴν ὑποτίμησιν τοῖς πονηροῖς ἔδωκαν· 1.23 δʼ ἡμέτερος νομοθέτης ἀκραιφνῆ τὴν ἀρετὴν ἔχοντα τὸν θεὸν ἀποφήνας ᾠήθη δεῖν τοὺς ἀνθρώπους ἐκείνης πειρᾶσθαι μεταλαμβάνειν καὶ τοὺς μὴ ταῦτα φρονοῦντας μηδὲ μὴν πιστεύοντας ἀπαραιτήτως ἐκόλασε. 1.24πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν ποιεῖσθαι τὴν ἐξέτασιν τοὺς ἀναγνωσομένους παρακαλῶ· φανεῖται γὰρ σκοπουμένοις οὕτως οὐδὲν οὔτʼ ἄλογον αὐτοῖς οὔτε πρὸς τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν ἀνάρμοστον· πάντα γὰρ τῇ τῶν ὅλων φύσει σύμφωνον ἔχει τὴν διάθεσιν, τὰ μὲν αἰνιττομένου τοῦ νομοθέτου δεξιῶς, τὰ δʼ ἀλληγοροῦντος μετὰ σεμνότητος, ὅσα δʼ ἐξ εὐθείας λέγεσθαι συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος. 1.25τοῖς μέντοι βουλομένοις καὶ τὰς αἰτίας ἑκάστου σκοπεῖν πολλὴ γένοιτʼ ἂν θεωρία καὶ λίαν φιλόσοφος, ἣν ἐγὼ νῦν μὲν ὑπερβάλλομαι, θεοῦ δὲ διδόντος ἡμῖν χρόνον πειράσομαι μετὰ ταύτην γράψαι τὴν πραγματείαν. 1.26τρέψομαι δὲ ἐπὶ τὴν ἀφήγησιν ἤδη τῶν πραγμάτων μνησθεὶς πρότερον ὧν περὶ τῆς τοῦ κόσμου κατασκευῆς εἶπε Μωυσῆς· ταῦτα δʼ ἐν ταῖς ἱεραῖς βίβλοις εὗρον ἀναγεγραμμένα. ἔχει δὲ οὕτως· 1.27

Ἐν ἀρχῇ ἔκτισεν θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δʼ ὑπʼ ὄψιν οὐκ ἐρχομένης, ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δʼ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι φῶς ἐκέλευσεν θεός. 1.28καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας. 1.29καὶ αὕτη μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δʼ αὐτὴν μίαν εἶπε· τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δʼ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι. 1.30μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτʼ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατʼ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος. 1.31τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν· κατʼ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο. 1.32πέμπτῃ ἡμέρᾳ ζῷά τε κατʼ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ δὲ διʼ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας· ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε. 1.33καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα· δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα. 1.34

Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου κατασκευῆς λέγων οὕτως· ἔπλασεν θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. δʼ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη· σημαίνει δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς φυραθείσης ἐγεγόνει· τοιαύτη γάρ ἐστιν παρθένος γῆ καὶ ἀληθινή. 1.35παρίστησι δὲ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν, οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δʼ ἐπὶ τοῖς ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς ἔπλασε γυναῖκα. 1.36καὶ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην. ἔσσα δὲ καθʼ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δʼ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν· σημαίνει δὲ τοῦτο πάντων μητέρα. 1.37

Φησὶ δὲ τὸν θεὸν καὶ παράδεισον πρὸς τὴν ἀνατολὴν καταφυτεῦσαι παντοίῳ τεθηλότα φυτῷ· ἐν τούτοις δʼ εἶναι καὶ τῆς ζωῆς τὸ φυτὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως, διεγινώσκετο τί εἴη τὸ ἀγαθὸν καὶ τί τὸ κακόν. 1.38εἰς τοῦτον δὲ τὸν κῆπον εἰσαγαγόντα τόν τε Ἄδαμον καὶ τὴν γυναῖκα κελεῦσαι τῶν φυτῶν ἐπιμελεῖσθαι. ἄρδεται δʼ οὗτος κῆπος ὑπὸ ἑνὸς ποταμοῦ πᾶσαν ἐν κύκλῳ τὴν γῆν περιρρέοντος, ὃς εἰς τέσσαρα μέρη σχίζεται. καὶ Φεισὼν μέν, σημαίνει δὲ πληθὺν τοὔνομα, ἐπὶ τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος ὑφʼ Ἑλλήνων Γάγγης λεγόμενος, 1.39Εὐφράτης δὲ καὶ Τίγρις ἐπὶ τὴν Ἐρυθρὰν ἀπίασι θάλασσαν· καλεῖται δὲ μὲν Εὐφράτης Φοράς, σημαίνει δὲ ἤτοι σκεδασμὸν ἄνθος, Τίγρις δὲ Διγλάθ, ἐξ οὗ φράζεται τὸ μετὰ στενότητος ὀξύ· Γηὼν δὲ διὰ τῆς Αἰγύπτου ῥέων δηλοῖ τὸν ἀπὸ τῆς ἐναντίας ἀναδιδόμενον ἡμῖν, ὃν δὴ Νεῖλον Ἕλληνες προσαγορεύουσιν. 1.40

δὴ τοίνυν θεὸς τὸν Ἄδαμον καὶ τὴν γυναῖκα τῶν μὲν ἄλλων φυτῶν ἐκέλευε γεύεσθαι, τοῦ δὲ τῆς φρονήσεως ἀπέχεσθαι, προειπὼν ἁψαμένοις ἀπʼ αὐτοῦ ὄλεθρον γενησόμενον. 1.41ὁμοφωνούντων δὲ κατʼ ἐκεῖνο καιροῦ τῶν ζῴων ἁπάντων ὄφις συνδιαιτώμενος τῷ τε Ἀδάμῳ καὶ τῇ γυναικὶ φθονερῶς μὲν εἶχεν ἐφʼ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο πεπεισμένους τοῖς τοῦ θεοῦ παραγγέλμασιν, 1.42οἰόμενος δὲ συμφορᾷ περιπεσεῖσθαι παρακούσαντας ἀναπείθει κακοήθως τὴν γυναῖκα γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐν αὐτῷ λέγων εἶναι τήν τε τἀγαθοῦ καὶ τοῦ κακοῦ διάγνωσιν, ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον. 1.43καὶ παρακρούεται μὲν οὕτω τὴν γυναῖκα τῆς ἐντολῆς τοῦ θεοῦ καταφρονῆσαι· γευσαμένη δὲ τοῦ φυτοῦ καὶ ἡσθεῖσα τῷ ἐδέσματι καὶ τὸν Ἄδαμον ἀνέπεισεν αὐτῷ χρήσασθαι. 1.44καὶ συνίεσάν τε αὑτῶν ἤδη γεγυμνωμένων καὶ τὴν αἰσχύνην ὕπαιθρον ἔχοντες σκέπην αὑτοῖς ἐπενόουν· τὸ γὰρ φυτὸν ὀξύτητος καὶ διανοίας ὑπῆρχε. φύλλοις οὖν ἑαυτοὺς συκῆς ἐσκέπασαν καὶ ταῦτα πρὸ τῆς αἰδοῦς προβαλόμενοι μᾶλλον ἐδόκουν εὐδαιμονεῖν ὡς ὧν πρότερον ἐσπάνιζον εὑρόντες. 1.45τοῦ θεοῦ δʼ εἰς τὸν κῆπον ἐλθόντος μὲν Ἄδαμος πρότερον εἰς ὁμιλίαν αὐτῷ φοιτῶν συνειδὼς αὑτῷ τὴν ἀδικίαν ὑπεχώρει, τὸν δὲ θεὸν ἐξένιζε τὸ πραττόμενον καὶ τὴν αἰτίαν ἐπυνθάνετο, διʼ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ νῦν φεύγει ταύτην καὶ περιίσταται. 1.46τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξινἀλλʼ ἐμοὶ μέν, εἶπεν θεός, ἔγνωστο περὶ ὑμῶν, ὅπως βίον εὐδαίμονα καὶ κακοῦ παντὸς ἀπαθῆ βιώσετε μηδεμιᾷ ξαινόμενοι τὴν ψυχὴν φροντίδι, πάντων δʼ ὑμῖν αὐτομάτων ὅσα πρὸς ἀπόλαυσιν καὶ ἡδονὴν συντελεῖ κατὰ τὴν ἐμὴν ἀνιόντων πρόνοιαν χωρὶς ὑμετέρου πόνου καὶ ταλαιπωρίας, ὧν παρόντων γῆράς τε θᾶττον οὐκ ἂν ἐπέλθοι καὶ τὸ ζῆν ὑμῖν μακρὸν γένοιτο. 1.47νῦν δʼ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν· οὐ γὰρ ἐπʼ ἀρετῇ τὴν σιωπὴν ἄγεις, 1.48ἀλλʼ ἐπὶ συνειδότι πονηρῷ.” Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπʼ αὐτῆς ἐξαπατηθεὶς ἁμαρτεῖν, δʼ αὖ κατηγόρει τοῦ ὄφεως. 1.49 δὲ θεὸς ἥττονα γυναικείας συμβουλίας αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖς ἀναδώσειν αὐτομάτως εἰπών, πονοῦσι δὲ καὶ τοῖς ἔργοις τριβομένοις τὰ μὲν παρέξειν, τῶν δʼ οὐκ ἀξιώσειν. Εὔαν δὲ τοκετοῖς καὶ ταῖς ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, ὅτι τὸν Ἄδαμον οἷς αὐτὴν ὄφις ἐξηπάτησε τούτοις παρακρουσαμένη συμφοραῖς περιέβαλεν. 1.50ἀφείλετο δὲ καὶ τὸν ὄφιν τὴν φωνὴν ὀργισθεὶς ἐπὶ τῇ κακοηθείᾳ τῇ πρὸς τὸν Ἄδαμον καὶ ἰὸν ἐντίθησιν ὑπὸ τὴν γλῶτταν αὐτῷ πολέμιον ἀποδείξας ἀνθρώποις καὶ ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς, ὡς ἐν ἐκείνῃ τοῦ τε κακοῦ τοῦ πρὸς ἀνθρώπους κειμένου καὶ τῆς τελευτῆς ῥᾴστης τοῖς ἀμυνομένοις ἐσομένης, ποδῶν τε αὐτὸν ἀποστερήσας σύρεσθαι κατὰ τῆς γῆς ἰλυσπώμενον ἐποίησε. 1.51καὶ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον. 1.52

Γίνονται δὲ αὐτοῖς παῖδες ἄρρενες δύο· προσηγορεύετο δὲ αὐτῶν μὲν πρῶτος Κάις, κτίσιν δὲ σημαίνει τοῦτο μεθερμηνευόμενον τοὔνομα, Ἄβελος δὲ δεύτερος, σημαίνει δὲ οὐθὲν τοῦτο· 1.53γίνονται δὲ αὐτοῖς καὶ θυγατέρες. οἱ μὲν οὖν ἀδελφοὶ διαφόροις ἔχαιρον ἐπιτηδεύμασιν· Ἄβελος μὲν γὰρ νεώτερος δικαιοσύνης ἐπεμελεῖτο καὶ πᾶσι τοῖς ὑπʼ αὐτοῦ πραττομένοις παρεῖναι τὸν θεὸν νομίζων ἀρετῆς προενόει, ποιμενικὸς δʼ ἦν βίος αὐτῷ· Κάις δὲ τά τε ἄλλα πονηρότατος ἦν καὶ πρὸς τὸ κερδαίνειν μόνον ἀποβλέπων γῆν τε ἀροῦν ἐπενόησε πρῶτος καὶ κτείνει δὲ τὸν ἀδελφὸν ἐκ τοιαύτης αἰτίας· 1.54θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς μὲν Κάις τοὺς ἀπὸ τῆς γεωργίας καὶ φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τὰ πρωτότοκα τῶν βοσκημάτων. δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυσίᾳ τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τιμώμενος, ἀλλʼ οὐχὶ τοῖς κατʼ ἐπίνοιαν ἀνθρώπου πλεονέκτου βίᾳ πεφυκόσιν. 1.55ἔνθεν Κάις παροξυνθεὶς ἐπὶ τῷ προτετιμῆσθαι τὸν Ἄβελον ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας ἀφανῆ λήσειν ὑπέλαβεν. δὲ θεὸς συνεὶς τὸ ἔργον ἧκε πρὸς τὸν Κάιν περὶ τἀδελφοῦ πυνθανόμενος, ποῖ ποτʼ εἴη· πολλῶν γὰρ αὐτὸν οὐκ ἰδεῖν ἡμερῶν τὸν ἄλλον χρόνον πάντα μετʼ αὐτοῦ βλέπων αὐτὸν ἀναστρεφόμενον. 1.56 δὲ Κάις ἀπορούμενος καὶ οὐκ ἔχων τι λέγοι πρὸς τὸν θεὸν ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, παροξυνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ πολυπραγμονοῦντος οὐκ εἶναι παιδαγωγὸς καὶ φύλαξ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πραττομένων ἔλεγεν. 1.57 δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κάιν φονέα τἀδελφοῦ γενόμενον καίθαυμάζω, φησίν, εἰ περὶ ἀνδρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, 1.58ὃν αὐτὸς ἀπολώλεκας.” τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα καὶ διʼ αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν αὐτῷ χαλεπωτέραν, ἐπάρατον δʼ αὐτὸν ἐτίθει καὶ τοὺς ἐγγόνους αὐτοῦ τιμωρήσεσθαι κατὰ τὴν ἑβδόμην ἠπείλησε γενεάν, καὶ τῆς γῆς αὐτὸν ἐκείνης ἐκβάλλει σὺν τῇ γυναικί. 1.59τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλʼ ἕνεκα τοῦ μηδὲν αὐτῷ ἐκ θηρίων γενέσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι. 1.60

Πολλὴν δʼ ἐπελθὼν γῆν ἱδρύεται μετὰ τῆς γυναικὸς Κάις Ναΐδα τόπον οὕτω καλούμενον καὶ αὐτόθι ποιεῖται τὴν κατοίκησιν, ἔνθʼ αὐτῷ καὶ παῖδες ἐγένοντο· οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν, ἀλλʼ ἐπʼ αὐξήσει τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὐτοῦ τῷ σώματι, κἂν μεθʼ ὕβρεως τῶν συνόντων δέῃ ταύτην ἔχειν· 1.61αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονὴν καὶ λῃστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς ὑπῆρχε πονηρῶν ἐπιτηδευμάτων, καὶ τὴν ἀπραγμοσύνην, πρότερον συνέζων οἱ ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών, 1.62ὅρους τε γῆς πρῶτος ἔθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσεν εἰς ταὐτὸν συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. καὶ τὴν πόλιν δὲ ταύτην ἀπὸ Ἀνώχου τοῦ πρεσβυτάτου παιδὸς Ἄνωχαν ἐκάλεσεν. 1.63Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας. 1.64τούτων Ἰώβηλος μὲν ἐξ Ἄδας γεγονὼς σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησεν, Ἰούβαλος δέ, ὁμομήτριος δʼ ἦν αὐτῷ, μουσικὴν ἤσκησε καὶ ψαλτήρια καὶ κιθάρας ἐπενόησεν, Ἰουβῆλος δὲ τῶν ἐκ τῆς ἑτέρας γεγονότων ἰσχύι πάντας ὑπερβαλὼν τὰ πολεμικὰ διαπρεπῶς μετῆλθεν ἐκ τούτων καὶ τὰ πρὸς ἡδονὴν τοῦ σώματος ἐκπορίζων, χαλκείαν τε πρῶτος ἐπενόησεν. 1.65πατὴρ δὲ θυγατρὸς γενόμενος Λάμεχος Νοεμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάιος ἀδελφοκτονίας μείζονα, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν. 1.66ἔτι δὲ ζῶντος Ἀδάμου Κάιος τοὺς ἐγγόνους πονηροτάτους συνέβη γενέσθαι κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον ἄλλου χείρονα τελευτῶντα· πρός τε γὰρ πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς λῃστείαν ὡρμήκεσαν, ἄλλος δʼ εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν, ἄλλην ἀπόνοιαν ἦν θράσους ὑβρίζων καὶ πλεονεκτῶν. 1.67

Ἄδαμος δὲ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντʼ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ. 1.68γίνονται μὲν οὖν αὐτῷ παῖδες ἄλλοι τε πλείους καὶ Σῆθος· ἀλλὰ περὶ μὲν τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ Σήθου διελθεῖν· τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν ἤδη καλὰ κρίνειν δυναμένην καὶ γενόμενος αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους κατέλιπεν. 1.69οἱ δὲ πάντες ἀγαθοὶ φύντες γῆν τε τὴν αὐτὴν ἀστασίαστοι κατῴκησαν εὐδαιμονήσαντες μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν. 1.70ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώπους τὰ ηὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι τὸν μὲν κατʼ ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πλῆθος ὕδατος, στήλας δύο ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν ἑτέραν δὲ ἐκ λίθων ἀμφοτέραις ἐνέγραψαν τὰ εὑρημένα, 1.71ἵνα καὶ τῆς πλινθίνης ἀφανισθείσης ὑπὸ τῆς ἐπομβρίας λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς ἀνθρώποις τὰ ἐγγεγραμμένα δηλοῦσα καὶ πλινθίνην ὑπʼ αὐτῶν ἀνατεθῆναι. μένει δʼ ἄχρι δεῦρο κατὰ γῆν τὴν Σειρίδα. 1.72

Καὶ οὗτοι μὲν ἑπτὰ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν ἀποβλέποντες, εἶτα προϊόντος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισμῶν μήτε τὰς νενομισμένας τιμὰς ἔτι τῷ θεῷ παρέχοντες μήτε τοῦ πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλʼ ἣν πρότερον εἶχον τῆς ἀρετῆς ζήλωσιν διπλασίονα τῆς κακίας τότʼ ἐπιδεικνύμενοι διʼ ὧν ἔπραττον· ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν. 1.73πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν· ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφʼ Ἑλλήνων καὶ οὗτοι δράσαι παραδίδονται. 1.74Νῶχος δὲ τοῖς πραττομένοις ὑπʼ αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων ἔπειθεν ἐπὶ τὸ κρεῖττον τὴν διάνοιαν αὐτοὺς καὶ τὰς πράξεις μεταφέρειν, ὁρῶν δʼ οὐκ ἐνδιδόντας, ἀλλʼ ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτὸν μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς. 1.75

δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε δʼ οὐκ ἐκείνων μόνων τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον τότε δόξαν αὐτῷ διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ ὅσα πρότερον ἔζων, ἀλλʼ ἑκατὸν εἴκοσιν, εἰς θάλασσαν τὴν ἤπειρον μετέβαλε. 1.76καὶ οἱ μὲν οὕτως ἀφανίζονται πάντες, Νῶχος δὲ σώζεται μόνος ὑποθεμένου μηχανὴν αὐτῷ καὶ πόρον πρὸς σωτηρίαν τοῦ θεοῦ τοιαύτην· 1.77λάρνακα τετράστεγον κατασκευάσας πηχῶν τὸ μῆκος τριακοσίων πεντήκοντα δὲ τὸ πλάτος καὶ τριάκοντα τὸ βάθος, εἰς ταύτην σὺν τῇ μητρὶ τῶν παίδων καὶ ταῖς τούτων γυναιξὶν ἀνέβη, τά τε ἄλλα ὅσα πρὸς τὰς χρείας ἐπικουρήσειν αὐτοῖς ἔμελλεν ἐνθέμενος, ζῷά τε παντοῖα πρὸς διατήρησιν τοῦ γένους αὐτῶν ἄρρενάς τε καὶ θηλείας συνεισβαλόμενος ἄλλα τε τούτων ἑπταπλασίονα τὸν ἀριθμόν. 1.78ἦν δʼ λάρναξ τούς τε τοίχους καρτερὰ καὶ τὸν ὄροφον, ὡς μηδαμόθεν ἐπικλύζεσθαι μηδʼ ἡττᾶσθαι τῆς τοῦ ὕδατος βίας. καὶ Νῶχος μὲν οὕτως μετὰ τῶν οἰκείων διασώζεται. 1.79ἦν δʼ αὐτὸς μὲν ἀπὸ Ἀδάμου δέκατος· Λαμέχου γάρ ἐστιν υἱός, οὗ πατὴρ ἦν Μαθουσάλας, οὗτος δὲ ἦν τοῦ Ἀνώχου τοῦ Ἰαρέδου, Μαλαήλου δὲ Ἰάρεδος ἐγεγόνει, ὃς ἐκ Καϊνᾶ τεκνοῦται τοῦ Ἀνώσου σὺν ἀδελφαῖς πλείοσιν, Ἄνωσος δὲ Σήθου υἱὸς ἦν τοῦ Ἀδάμου· 1.80

Συνέβη δὲ τοῦτο τὸ πάθος κατὰ τὸ ἑξακοσιοστὸν ἔτος ἤδη Νώχου τῆς ἀρχῆς, ἐν μηνὶ δευτέρῳ Δίῳ μὲν ὑπὸ Μακεδόνων λεγομένῳ, Μαρσουάνῃ δʼ ὑπὸ Ἑβραίων· οὕτω γὰρ ἐν Αἰγύπτῳ τὸν ἐνιαυτὸν ἦσαν διατεταχότες. 1.81Μωυσῆς δὲ τὸν Νισᾶν, ὅς ἐστι Ξανθικός, μῆνα πρῶτον ἐπὶ ταῖς ἑορταῖς ὥρισε κατὰ τοῦτον ἐξ Αἰγύπτου τοὺς Ἑβραίους προαγαγών· οὗτος δʼ αὐτῷ καὶ πρὸς ἁπάσας τὰς εἰς τὸ θεῖον τιμὰς ἦρχεν, ἐπὶ μέντοι γε πράσεις καὶ ὠνὰς καὶ τὴν ἄλλην διοίκησιν τὸν πρῶτον κόσμον διεφύλαξε· τὴν δʼ ἐπομβρίαν ἄρξασθαί φησιν ἑβδόμῃ τοῦ προειρημένου μηνὸς καὶ εἰκάδι. 1.82χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς. 1.83

Ἀδάμῳ μὲν τριακοστῷ ἤδη καὶ διακοσιοστῷ ἔτει γεγονότι παῖς Σῆθος γίνεται, ὃς ἐνακόσια καὶ τριάκοντα ἔτη ἐβίωσε. Σῆθος δὲ κατὰ πέμπτον καὶ διακοσιοστὸν ἔτος ἐγέννησεν Ἄνωσον, ὃς πέντε ζήσας ἔτη καὶ ἐνακόσια Καϊνᾷ τῷ παιδὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν δίδωσι τεκνώσας αὐτὸν περὶ ἐνενηκοστὸν καὶ ἑκατοστὸν ἔτος· οὗτος ἐβίωσεν ἔτη δώδεκα πρὸς τοῖς ἐνακοσίοις. 1.84Καϊνᾶς δὲ βιοὺς δέκα καὶ ἐνακόσια Μαλαῆλον υἱὸν ἔσχεν ἔτει γενόμενον ἑβδομηκοστῷ καὶ ἑκατοστῷ. οὗτος Μαλαῆλος ζήσας πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια ἔτη ἐτελεύτησεν Ἰάρεδον καταλιπὼν υἱόν, ὃν ἔτος πέμπτον ἑξηκοστὸν καὶ ἑκατοστὸν γενόμενος ἐγέννησε. 1.85τοῦτον εἰς ἐννέα καὶ ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις βιώσαντα Ἄνωχος υἱὸς διαδέχεται γεννηθεὶς περὶ ἔτη δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν τοῦ πατρὸς αὐτῷ τυγχάνοντος. οὗτος ζήσας πέντε καὶ ἑξήκοντα πρὸς τοῖς τριακοσίοις ἀνεχώρησε πρὸς τὸ θεῖον, ὅθεν οὐδὲ τελευτὴν αὐτοῦ ἀναγεγράφασι. 1.86Μαθουσάλας δὲ Ἀνώχου παῖς κατὰ ἔτος αὐτῷ γεγονὼς πέμπτον καὶ ἑξηκοστὸν καὶ ἑκατοστὸν Λάμεχον υἱὸν ἔσχε περὶ ἔτη γεγονὼς ἑπτὰ καὶ ὀγδοήκοντα καὶ ἑκατόν, τὴν ἀρχὴν παρέδωκεν αὐτὸς αὐτὴν κατασχὼν ἐννέα καὶ ἑξήκοντα καὶ ἐνακοσίοις. 1.87Λάμεχος δὲ ἄρξας ἑπτὰ καὶ ἑπτακοσίοις ἔτεσι Νῶχον τῶν πραγμάτων ἀποδείκνυσι προστάτην υἱόν, ὃς Λαμέχῳ γενόμενος ὄγδοον καὶ ὀγδοηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἠνυκότι πεντήκοντα καὶ ἐνακοσίοις ἔτεσιν ἦρξε τῶν πραγμάτων. 1.88ταῦτα συναγόμενα τὰ ἔτη τὸν προαναγεγραμμένον πληροῖ χρόνον. ἐξεταζέτω δὲ μηδεὶς τὰς τελευτὰς τῶν ἀνδρῶν, τοῖς γὰρ αὐτῶν παισὶ καὶ τοῖς ἐκείνων ἀπογόνοις παρεξέτεινον τὸν βίον, ἀλλὰ τὰς γενέσεις αὐτῶν μόνον ὁράτω. 1.89

Ἐπισημήναντος δὲ τοῦ θεοῦ καὶ ὕειν ἀρξαμένου τὸ ὕδωρ ἡμέραις τεσσαράκοντα ὅλαις κατεφέρετο, ὡς ἐπὶ πήχεις πεντεκαίδεκα τὴν γῆν ὑπερέχειν. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ διασωθῆναι πλείονας φυγῆς ἀφορμὴν οὐκ ἔχοντας. 1.90παυσαμένου δὲ τοῦ ὑετοῦ μόλις ἤρξατο ὑποβαίνειν τὸ ὕδωρ ἐφʼ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ὡς μηνὶ ἑβδόμῳ, ἱσταμένου δὲ ἦν ἑβδόμη, κατʼ ὀλίγον ὑπονοστεῖν ἀπολήγοντος. ἔπειτα τῆς λάρνακος περὶ ἄκραν τινὰ ὄρους σταθείσης κατὰ τὴν Ἀρμενίαν συνεὶς Νῶχος ἀνοίγει τʼ αὐτὴν καὶ θεασάμενος γῆν βραχεῖαν περὶ αὐτὴν ἐπὶ χρηστοτέρας ἤδη γεγονὼς ἐλπίδος ἠρέμει. 1.91ὀλίγαις δʼ ὕστερον ἡμέραις μᾶλλον ὑποχωροῦντος τοῦ ὕδατος μεθίησι κόρακα βουλόμενος μαθεῖν, εἴ τι καὶ ἄλλο τῆς γῆς ἐκλελειμμένον ὑπὸ τοῦ ὕδατος ἀσφαλές ἐστιν ἤδη πρὸς ἔκβασιν· δὲ πᾶσαν εὑρὼν ἔτι λιμναζομένην πρὸς Νῶχον ἐπανῆλθε. μετὰ δὲ ἡμέρας ἑπτὰ περιστερὰν ἐπὶ τῷ γνῶναι τὰ περὶ τὴν γῆν προύπεμψεν· 1.92ἐπανελθούσης δὲ πεπηλωμένης ἅμα καὶ θαλλὸν ἐλαίας κομιζούσης, μαθὼν τὴν γῆν ἀπηλλαγμένην τοῦ κατακλυσμοῦ μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν· ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τὰ λείψανα ἐπιδεικνύουσι. 1.93

Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι Βηρωσὸς Χαλδαῖος· διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτως που διέξεισι· “λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δʼ οἱ ἄνθρωποι τῷ κομιζομένῳ 1.94πρὸς τοὺς ἀποτροπιασμούς.” μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος Αἰγύπτιος τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους, καὶ Νικόλαος δὲ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν λέγων οὕτως· 1.95ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν Βάρις λεγόμενον, εἰς πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δʼ ἂν οὗτος, ὅντινα καὶ Μωυσῆς ἀνέγραψεν Ἰουδαίων νομοθέτης.” 1.96

Νῶχος δὲ φοβούμενος, μὴ καθʼ ἕκαστον ἔτος ἐπικλύζῃ τὴν γῆν θεὸς φθορὰν ἀνθρώπων καταψηφισάμενος, ἱερὰ καύσας ἐδεῖτο τὸν θεὸν τοῦ λοιποῦ ἐπὶ τῆς πρώτης μένειν εὐταξίας καὶ μηδὲν ἔτι τοιοῦτον ἐπενεγκεῖν πάθος, ὑφʼ οὗ κινδυνεύσει πᾶν ἀπολέσθαι τὸ τῶν ζῴων γένος, ἀλλὰ τετιμωρημένον τοὺς πονηροὺς φειδὼ ποιεῖσθαι τῶν διὰ χρηστότητα περιλειφθέντων καὶ τὸ δεινὸν διαφυγεῖν κεκριμένων· 1.97κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς εἶεν σεσωσμένοι, τηρηθεῖεν δʼ ἑτέρῳ κατακλυσμῷ, τοῦ μὲν πρώτου τὸν φόβον καὶ τὴν ἱστορίαν μαθόντες τοῦ δευτέρου δὲ τὴν ἀπώλειαν. 1.98εὐμενῶς τε οὖν αὐτὸν προσδέχεσθαι τὴν θυσίαν παρεκάλει καὶ μηδεμίαν ὀργὴν ἐπὶ τὴν γῆν ὁμοίαν βαλεῖν, ὅπως ἔργοις τε τοῖς ταύτης προσλιπαροῦντες καὶ πόλεις ἀναστήσαντες εὐδαιμόνως ζῆν ἔχοιεν καὶ μηδενὸς ὧν καὶ πρὸ τῆς ἐπομβρίας ἀπέλαυον ὑστερῶσιν ἀγαθῶν, εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων. 1.99

Νώχου δὲ ταύτας ποιησαμένου τὰς ἱκετείας θεὸς ἐπὶ δικαιοσύνῃ τὸν ἄνδρα ἀγαπῶν ἐπένευεν αὐτῷ τὰς εὐχὰς εἰς τέλος ἄξειν, οὔτε τοὺς διεφθαρμένους λέγων αὐτὸς ἀπολέσαι, κακίᾳ δὲ τῇ οἰκείᾳ ταύτην αὐτοὺς ὑποσχεῖν τὴν δίκην, οὔτʼ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον, 1.100σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν δόντα τοῦτο διαφθείρειν· ἀλλʼ οἷς ἐξύβριζον εἰς τὴν ἐμὴν εὐσέβειαν καὶ ἀρετήν, τούτοις ἐξεβιάσαντό με ταύτην αὐτοῖς ἐπιθεῖναι τὴν δίκην. 1.101παύσομαι δὲ τοῦ λοιποῦ μετὰ τοσαύτης ὀργῆς τὰς τιμωρίας ἐπὶ τοῖς ἀδικήμασιν εἰσπραττόμενος καὶ πολὺ μᾶλλον σοῦ παρακαλοῦντος. εἰ δʼ ἐπὶ πλέον ποτὲ χειμάσαιμι, μὴ δείσητε τῶν ὄμβρων τὸ μέγεθος· οὐ γὰρ ἔτι τὴν γῆν ἐπικλύσει τὸ ὕδωρ. 1.102παραινῶ μέντοι σφαγῆς ἀνθρωπίνης ἀπέχεσθαι καὶ καθαρεύειν φόνου τοὺς δράσαντάς τι τοιοῦτον κολάζοντας, χρῆσθαι δὲ τοῖς ἄλλοις ζῴοις ἅπασι πρὸς βούλεσθε καὶ τὰς ὀρέξεις ἔχετε. δεσπότας γὰρ ἁπάντων ὑμᾶς εἶναι πεποίηκα τῶν τε χερσαίων καὶ νηκτῶν καὶ ὅσα τὴν μετάρσιον αἰώραν ἔχει καὶ φοράν, χωρὶς αἵματος· ἐν τούτῳ γάρ ἐστιν ψυχή. 1.103σημανῶ δὲ ὑμῖν παῦλαν ἐσομένην τοξείᾳ τῇ ἐμῇτὴν ἶριν ἀποσημαίνων· τόξον γὰρ εἶναι τοῦ θεοῦ παρὰ τοῖς ἐκεῖ νενόμισται. καὶ μὲν θεὸς ταῦτʼ εἰπὼν καὶ ὑποσχόμενος ἀπαλλάσσεται. 1.104

Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διαγαγὼν τελευτᾷ ζήσας ἐτῶν ἀριθμὸν ἐνακοσίων καὶ πεντήκοντα. 1.105μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδʼ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. 1.106οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπʼ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν· ἔπειτα καὶ διʼ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ μέγας ἐνιαυτὸς πληροῦται. 1.107μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρʼ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας· καὶ γὰρ καὶ Μανέθων τὴν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσὸς τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις Αἰγύπτιος Ἱερώνυμος οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμφωνοῦσι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, 1.108Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν τούτων, ὡς ἂν ἑκάστοις φίλον, οὕτω σκοπείτωσαν. 1.109

Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς ἔτεσιν ἑκατὸν ἔμπροσθεν τῆς ἐπομβρίας γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους σφόδρα δεδιότας διὰ τὸν κατακλυσμὸν τὰ πεδία καὶ ὀκνηρῶς ἔχοντας πρὸς τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων κατάβασιν ἔπεισαν θαρσήσαντας μιμητὰς αὐτῶν γενέσθαι. 1.110καὶ τὸ μὲν πεδίον, εἰς πρῶτον αὐτοὺς κατῴκισαν, καλεῖται Σεναάρ· τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς διὰ πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν γεωργοῦντες ἀφθονίας ἀπολαύοιεν τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν τοῦ θεοῦ καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας· 1.111ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν θεὸς αὐτοῖς συνεβούλευσε ποιεῖσθαι τὴν ἀποικίαν· οἱ δὲ οὐ κατὰ τὴν εὐμένειαν τὴν ἐκείνου νομίζοντες ἔχειν τὰ ἀγαθά, τὴν δʼ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπολαμβάνοντες οὐκ ἐπείθοντο. 1.112προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατʼ ἐπιβουλὴν ὑπονοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν, ἵνα διαιρεθέντες εὐεπιχειρητότεροι γένωνται. 1.113

Ἐξῆρέ τε αὐτοὺς πρός τε ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Ναβρώδης, ὃς υἱωνὸς μὲν ἦν Χάμου τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος· ἔπειθεν οὖν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ διʼ ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι, 1.114καὶ περιίστα δὲ κατʼ ὀλίγον εἰς τυραννίδα τὰ πράγματα μόνως οὕτως νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ παρὰ τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτοῦ δυνάμει διατελοῖεν, ἀμυνεῖσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα· πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον τὸ ὕδωρ ἀναβῆναι δυνηθείη, μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας. 1.115

Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Ναβρώδου ἕπεσθαι δόγμασι δουλείαν ἡγούμενοι τὸ εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν οὐδὲν ἀπολείποντες σπουδῆς οὐδὲ πρὸς τὸ ἔργον ὀκνηρῶς ἔχοντες· ἐλάμβανε δὲ θᾶττον ὕψος προσεδόκησεν ἄν τις ὑπὸ πολυχειρίας. 1.116τὸ μέντοι πάχος ἦν ἰσχυρὸν τοσοῦτον, ὥσθʼ ὑπʼ αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος. ᾠκοδομεῖτο δὲ ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ περιρρέοι. οὕτως δὲ μεμηνότας αὐτοὺς ὁρῶν θεὸς ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδʼ ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν, 1.117εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πολυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. δὲ τόπος ἐν τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι. 1.118περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα λέγουσα οὕτως· “πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι διʼ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.” 1.119 περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σεναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος λέγων οὕτως· “τῶν δὲ ἱερέων τοὺς διασωθέντας τὰ τοῦ Ἐνυαλίου Διὸς ἱερώματα λαβόντας εἰς Σεναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν.” 1.120

Σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ἀλλογλωσσίας τὰς ἀποικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν καὶ εἰς ἣν αὐτοὺς ἦγεν θεός, ὡς πληρωθῆναι πᾶσαν αὐτῶν ἤπειρον μεσόγεών τε καὶ παράλιον· εἰσὶ δʼ οἳ καὶ περαιωσάμενοι ναυσὶ τὰς νήσους κατῴκησαν. 1.121καὶ τῶν ἐθνῶν ἔνια μὲν διασώζει τὰς ὑπὸ τῶν κτισάντων κειμένας προσηγορίας, ἔνια δὲ καὶ μετέβαλεν, οἱ δὲ καὶ πρὸς τὸ σαφέστερον εἶναι δοκοῦν τοῖς παροικοῦσι τροπὴν ἔλαβον. Ἕλληνες δʼ εἰσὶν οἱ τούτου καταστάντες αἴτιοι· ἰσχύσαντες γὰρ ἐν τοῖς ὕστερον ἰδίαν ἐποιήσαντο καὶ τὴν πάλαι δόξαν καλλωπίσαντες τὰ ἔθνη τοῖς ὀνόμασι πρὸς τὸ συνετὸν αὐτοῖς καὶ κόσμον θέμενοι πολιτείας ὡς ἀφʼ αὑτῶν γεγονόσιν. 1.122

Ἦσαν δὲ τῶν Νώχου παίδων υἱοί, ὧν ἐπὶ τιμῇ τοῖς ἔθνεσι τὰ ὀνόματα ἐπετίθεσαν οἱ γῆν τινα καταλαβόντες. Ἰαφθᾶ μὲν οὖν τοῦ Νώχου παιδὸς ἦσαν ἑπτὰ υἱοί. κατοικοῦσι δὲ οὗτοι ἀπὸ Ταύρου καὶ Ἀμάνου τῶν ὀρῶν ἀρξάμενοι καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων γῆν ἣν ἔτυχον καταλαμβάνοντες, καὶ μηδενὸς προκατῳκηκότος τὰ ἔθνη τοῖς αὑτῶν ἐκάλουν ὀνόμασιν. 1.123τοὺς γὰρ νῦν ὑφʼ Ἑλλήνων Γαλάτας καλουμένους, Γομαρεῖς δὲ λεγομένους, Γόμαρος ἔκτισε. Μαγώγης δὲ τοὺς ἀπʼ αὐτοῦ Μαγώγας ὀνομασθέντας ᾤκισεν, Σκύθας δὲ ὑπʼ αὐτῶν προσαγορευομένους. 1.124τῶν δὲ Ἰαφθᾶ παίδων Ἰαυάνου καὶ Μάδου ἀπὸ μὲν τούτου Μαδαῖοι γίνονται ἔθνος, οἳ πρὸς Ἑλλήνων Μῆδοι κέκληνται, ἀπὸ δὲ Ἰαυάνου Ἰωνία καὶ πάντες Ἕλληνες γεγόνασι. κατοικίζει δὲ καὶ Θεοβήλους Θεόβηλος, οἵτινες ἐν τοῖς νῦν Ἴβηρες καλοῦνται. 1.125καὶ Μεσχῆνοι δὲ ὑπὸ Μέσχου κτισθέντες Καππάδοκες μὲν ἄρτι κέκληνται, τῆς δὲ ἀρχαίας αὐτῶν προσηγορίας σημεῖον δείκνυται· πόλις γάρ ἐστι παρʼ αὐτοῖς ἔτι καὶ νῦν Μάζακα, δηλοῦσα τοῖς συνιέναι δυναμένοις οὕτως ποτὲ προσαγορευθὲν πᾶν τὸ ἔθνος. Θείρης δὲ Θείρας μὲν ἐκάλεσεν ὧν ἦρξεν, Ἕλληνες δὲ Θρᾷκας αὐτοὺς μετωνόμασαν. 1.126καὶ τοσαῦτα μὲν ἔθνη ὑπὸ τῶν Ἰαφέθου παίδων κατοικεῖται· Γομάρου δὲ τριῶν υἱῶν γενομένων Ἀσχανάξης μὲν Ἀσχανάξους ᾤκισεν, οἳ νῦν Ῥήγινες ὑπὸ τῶν Ἑλλήνων καλοῦνται, Ῥιφάθης δὲ Ῥιφαθαίους τοὺς Παφλαγόνας λεγομένους, Θυγράμης δὲ Θυγραμαίους, οἳ δόξαν Ἕλλησι Φρύγες ὠνομάσθησαν. 1.127Ἰαυάνου δὲ τοῦ Ἰάφθου τριῶν καὶ αὐτοῦ παίδων γενομένων Ἁλισᾶς μὲν Ἁλισαίους ἐκάλεσεν ὧν ἦρχεν, Αἰολεῖς δὲ νῦν εἰσι, Θάρσος δὲ Θαρσεῖς· οὕτως γὰρ ἐκαλεῖτο τὸ παλαιὸν Κιλικία. σημεῖον δέ· Ταρσὸς γὰρ παρʼ αὐτοῖς τῶν πόλεων ἀξιολογωτάτη καλεῖται μητρόπολις οὖσα τὸ ταῦ πρὸς τὴν κλῆσιν ἀντὶ τοῦ θῆτα μεταβαλόντων. 1.128Χέθιμος δὲ Χέθιμα τὴν νῆσον ἔσχε, Κύπρος αὕτη νῦν καλεῖται, καὶ ἀπʼ αὐτῆς νῆσοί τε πᾶσαι καὶ τὰ πλείω τῶν παρὰ θάλατταν Χέθη ὑπὸ Ἑβραίων ὀνομάζεται· μάρτυς δέ μου τῷ λόγῳ μία τῶν ἐν Κύπρῳ πόλεων ἰσχύσασα τὴν προσηγορίαν φυλάξαι· Κίτιον γὰρ ὑπὸ τῶν ἐξελληνισάντων αὐτὴν καλεῖται μηδʼ οὕτως διαφυγοῦσα τοῦ Χεθίμου τὸ ὄνομα. Ἰαφθᾶ μὲν δὴ παῖδές τε καὶ υἱωνοὶ τοσαῦτα ἔσχον ἔθνη. 1.129 δʼ ἴσως ὑφʼ Ἑλλήνων ἀγνοεῖται, τοῦτο προειπὼν τρέψομαι πρὸς τὴν ἀφήγησιν ὧν κατέλιπον. τὰ γὰρ ὀνόματα διὰ τὸ τῆς γραφῆς εὐπρεπὲς ἡλλήνισται πρὸς ἡδονὴν τῶν ἐντευξομένων· οὐ γὰρ ἐπιχώριος ἡμῖν τοιοῦτος αὐτῶν τύπος, ἀλλʼ ἕν τε αὐτῶν σχῆμα καὶ τελευτὴ μία, Νῶχός τέ τοι Νῶε καλεῖται καὶ τοῦτον τὸν τύπον ἐπὶ παντὸς τηρεῖ σχήματος. 1.130

Οἱ δὲ Χάμου παῖδες τὴν ἀπὸ Συρίας καὶ Ἀμάνου καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο καταλαβόντες καὶ τὰ μέχρι τοῦ ὠκεανοῦ ἐξιδιωσάμενοι· αἱ μέντοι προσηγορίαι τῶν μὲν καὶ παντελῶς ἐξίτηλοι γεγόνασιν, ἐνίων δὲ μεταβαλοῦσαι καὶ μεταρρυθμισθεῖσαι πρὸς ἑτέρας δύσγνωστοι τυγχάνουσιν, ὀλίγοι δὲ οἱ φυλάξαντες ἀκεραίους τὰς προσηγορίας ὑπάρχουσι. 1.131τεσσάρων γὰρ Χάμου παίδων γενομένων Χουσαῖον μὲν οὐδὲν ἔβλαψεν χρόνος· Αἰθίοπες γὰρ ὧν ἦρξεν ἔτι καὶ νῦν ὑπὸ ἑαυτῶν τε καὶ τῶν ἐν τῇ Ἀσίᾳ πάντων Χουσαῖοι καλοῦνται. 1.132ἐτηρήθη δὲ καὶ Μερσαίοις κατὰ τὴν προσηγορίαν μνήμη· τὴν γὰρ Αἴγυπτον Μέρσην καὶ Μερσαίους τοὺς Αἰγυπτίους ἅπαντες οἱ ταύτῃ καλοῦμεν. ἔκτισε δὲ καὶ Φούδης τὴν Λιβύην Φούτους ἀπʼ αὐτοῦ καλέσας τοὺς ἐπιχωρίους. 1.133ἔστι δὲ καὶ ποταμὸς ἐν τῇ Μαύρων χώρᾳ τοῦτο ἔχων τὸ ὄνομα, ὅθεν καὶ τοὺς πλείστους τῶν Ἑλληνικῶν ἱστοριογράφων ἔστιν ἰδεῖν μεμνημένους τοῦ ποταμοῦ καὶ τῆς παρακειμένης αὐτῷ χώρας Φούτης λεγομένης. μετέβαλε δὲ νῦν αὐτῇ ἐστιν ὄνομα ἀπὸ τῶν Μεσράμου υἱῶν Λίβυος λεγομένου· μετʼ οὐ πολὺ δʼ ἐροῦμεν τὴν αἰτίαν, διʼ ἣν αὐτὴν καὶ Ἀφρικὴν προσαγορεύεσθαι συμβέβηκε. 1.134Χαναναῖος δὲ τέταρτος ὢν Χάμου παῖς τὴν νῦν Ἰουδαίαν καλουμένην οἰκίσας ἀπʼ αὐτοῦ Χαναναίαν προσηγόρευσεν. γίνονται δὲ παῖδες ἐξ αὐτῶν Χούσου μὲν ἕξ, ὧν Σάβας μὲν Σαβαίους, Εὐίλας δὲ Εὐιλαίους ἔκτισεν, οἳ νῦν Γαιτοῦλοι λέγονται, Σαβάθης δὲ Σαβαθηνούς, ὀνομάζονται δὲ Ἀστάβαροι παρʼ Ἕλλησιν· 1.135οἰκίζει δὲ καὶ Σαβάκτας Σαβακτηνούς· Ῥάμος δὲ Ῥαμαίους ᾤκισε καὶ δύο παῖδας ἔσχεν, ὧν Ἰουδάδας μὲν Ἰουδαδαίους Αἰθιοπικὸν ἔθνος τῶν ἑσπερίων οἰκίσας ἐπωνύμους αὐτῷ κατέλιπε, Σαβαίους δὲ Σαβαῖος· Ναβρώδης δὲ Χούσου υἱὸς ὑπομείνας παρὰ Βαβυλωνίοις ἐτυράννησεν, ὡς καὶ πρότερόν μοι δεδήλωται. 1.136τῶν δὲ Μεσραίου παίδων ὀκτὼ γενομένων οἱ πάντες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου γῆν κατέσχον, μόνου δὲ Φυλιστίνου τὴν ἐπωνυμίαν χώρα διεφύλαξε· Παλαιστίνην γὰρ οἱ Ἕλληνες αὐτοῦ τὴν μοῖραν καλοῦσι. 1.137τῶν δὲ ἄλλων, Λουμαίου καὶ Ἀναμία καὶ Λαβίμου τοῦ μόνου κατοικήσαντος ἐν Λιβύῃ καὶ ὧδε τὴν χώραν ἀπʼ αὐτοῦ καλέσαντος, Νεδέμου τε καὶ Πεθρωσίμου καὶ Χεσλοίμου καὶ Χεφθώμου πέρα τῶν ὀνομάτων οὐδὲν ἴσμεν· γὰρ Αἰθιοπικὸς πόλεμος, περὶ οὗ δηλώσομεν ὕστερον, ἀναστάτους αὐτῶν τὰς πόλεις ἐποίησεν. 1.138ἐγένοντο δὲ καὶ Χαναναίου παῖδες, Σιδώνιος, ὃς καὶ πόλιν ἐπώνυμον ἔκτισεν ἐν τῇ Φοινίκῃ, Σιδὼν δʼ ὑφʼ Ἑλλήνων καλεῖται· Ἀμαθοῦς δὲ Ἀμάθουν κατῴκισεν, ἥτις ἔστι καὶ νῦν ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀμάθη καλουμένη, Μακεδόνες δʼ αὐτὴν Ἐπιφάνειαν ἀφʼ ἑνὸς τῶν ἐπιγόνων ἐπωνόμασαν· Ἀρουδαῖος δὲ Ἄραδον τὴν νῆσον ἔσχεν· Ἀρουκαῖος δὲ Ἄρκην τὴν ἐν τῷ Λιβάνῳ. 1.139τῶν δὲ ἄλλων ἑπτά, Εὐαίου Χετταίου Ἰεβουσαίου Ἀμορραίου Γεργεσαίου Σειναίου Σαμαραίου, πλὴν τῶν ὀνομάτων ἐν ταῖς ἱεραῖς βίβλοις οὐδὲν ἔχομεν· Ἑβραῖοι γὰρ αὐτῶν ἀνέστησαν τὰς πόλεις ἐκ τοιαύτης αἰτίας ἐν συμφορᾷ γενομένας· 1.140

Νῶχος μετὰ τὴν ἐπομβρίαν τῆς γῆς κατασταθείσης εἰς τὴν αὐτῆς φύσιν ἐπʼ ἔργα χωρεῖ καὶ καταφυτεύσας αὐτὴν ἀμπέλοις, ἡνίκα τοῦ καρποῦ τελεσφορηθέντος καθʼ ὥραν ἐτρύγησε καὶ παρῆν εἰς χρῆσιν οἶνος, θύσας ἐν εὐωχίαις ἦν. 1.141μεθυσθεὶς δὲ εἰς ὕπνον καταφέρεται καὶ γεγυμνωμένος παρακόσμως ἔκειτο. θεασάμενος δὲ αὐτὸν νεώτατος τῶν παίδων τοῖς ἀδελφοῖς ἐπιγελῶν δείκνυσιν· οἱ δὲ περιστέλλουσι τὸν πατέρα. 1.142καὶ Νῶχος αἰσθόμενος τοῖς μὲν ἄλλοις παισὶν εὐδαιμονίαν εὔχεται, τῷ δὲ Χαμᾷ διὰ τὴν συγγένειαν αὐτῷ μὲν οὐ κατηράσατο, τοῖς δʼ ἐγγόνοις αὐτοῦ· καὶ τῶν ἄλλων διαπεφευγότων τὴν ἀρὰν τοὺς Χαναναίου παῖδας μέτεισιν θεός. καὶ περὶ μὲν τούτων ἐν τοῖς ἑξῆς ἐροῦμεν. 1.143

Σημᾷ δὲ τῷ τρίτῳ τῶν Νώχου υἱῶν πέντε γίνονται παῖδες, οἳ τὴν μέχρι τοῦ κατʼ Ἰνδίαν ὠκεανοῦ κατοικοῦσιν Ἀσίαν ἀπʼ Εὐφράτου τὴν ἀρχὴν πεποιημένοι. Ἔλυμος μὲν γὰρ Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν· Ἀσσούρας δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπηκόους Ἀσσυρίους ἐπωνόμασεν, οἳ μάλιστα εὐδαιμόνησαν· 1.144Ἀρφαξάδης δὲ τοὺς νῦν Χαλδαίους καλουμένους Ἀρφαξαδαίους ὠνόμασεν ἄρξας αὐτῶν· Ἀραμαίους δὲ Ἄραμος ἔσχεν, οὓς Ἕλληνες Σύρους προσαγορεύουσιν· οὓς δὲ Λυδοὺς νῦν καλοῦσι, Λούδους δὲ τότε, Λούδας ἔκτισε. 1.145τῶν δὲ Ἀράμου παίδων τεσσάρων ὄντων Οὔσης μὲν κτίζει τὴν Τραχωνῖτιν καὶ Δαμασκόν, μέση δʼ ἐστὶ τῆς Παλαιστίνης καὶ κοίλης Συρίας· Ἀρμενίαν δὲ Ὄτρος, καὶ Γεθέρης Βακτριανούς, Μήσας δὲ Μησαναίους, Σπασίνου Χάραξ ἐν τοῖς νῦν καλεῖται. 1.146Ἀρφαξάδου δὲ παῖς γίνεται Σάλης, τοῦ δὲ Ἕβερος, ἀφʼ οὗ τοὺς Ἰουδαίους Ἑβραίους ἀρχῆθεν ἐκάλουν· Ἕβερος δὲ Ἰούκταν καὶ Φάλεγον ἐγέννησεν· ἐκλήθη δὲ Φάλεγος, ἐπειδὴ κατὰ τὸν ἀποδασμὸν τῶν οἰκήσεων τίκτεται· φαλὲκ γὰρ τὸν μερισμὸν Ἑβραῖοι καλοῦσιν. 1.147Ἰούκτᾳ δὲ τῶν Ἑβέρου παίδων ἦσαν υἱοὶ Ἐλμόδαδος Σάλεφος Ἀζερμώθης Εἰράης Ἐδώραμος Οὐζάλης Δαήλης Ἤβαλος Ἀβιμάηλος Σάφας Ὀφίρης Εὐίλης Ἰόβηλος. οὗτοι ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας τινὰ κατοικοῦσι. ταῦτα μὲν περὶ τῶν Σημᾶ παίδων ἱστορήσθω. 1.148

Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον· Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς· τούτου δὲ Σεροῦγος, Ναχώρης υἱὸς τίκτεται· τούτου δὲ Θέρρος· πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δʼ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο. 1.149Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον· Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς ἔτος καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε· Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν· Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν· ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν· 1.150Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν· Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος. 1.151Ἅβραμος δὲ εἶχεν ἀδελφοὺς Ναχώρην καὶ Ἀράνην· τούτων Ἀράνης μὲν υἱὸν καταλιπὼν Λῶτον καὶ Σάρραν καὶ Μελχὰν θυγατέρας ἐν Χαλδαίοις ἀπέθανεν ἐν πόλει Οὐρῆ λεγομένῃ τῶν Χαλδαίων, καὶ τάφος αὐτοῦ μέχρι νῦν δείκνυται. γαμοῦσι δὲ τὰς ἀδελφιδὰς Μελχὰν μὲν Ναχώρης Σάρραν δὲ Ἅβραμος. 1.152Θέρρου δὲ μισήσαντος τὴν Χαλδαίαν διὰ τὸ Ἀράνου πένθος μετοικίζονται πάντες εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ὅπου καὶ Θέρρον τελευτήσαντα θάπτουσιν ἔτη βιώσαντα πέντε καὶ διακόσια· συνετέμνετο γὰρ ἤδη τοῖς ἀνθρώποις τὸ ζῆν καὶ βραχύτερον ἐγίνετο μέχρι τῆς Μωυσέος γενέσεως, μεθʼ ὃν ὅρος ἦν τοῦ ζῆν ἑκατὸν ἔτη πρὸς τοῖς εἴκοσι τοσαῦθʼ ὁρίσαντος τοῦ θεοῦ, ὅσα καὶ Μωυσεῖ συνέβη βιῶναι. 1.153Ναχώρῃ μὲν οὖν ἐκ τῆς Μελχᾶς ὀκτὼ παῖδες ἐγένοντο, Οὖξος Βαοῦξος Μαουῆλος Ζάχαμος Ἀζαοῦος Ἰαδελφᾶς Ἰαδαφᾶς Βαθουῆλος· οὗτοι μὲν Ναχώρου παῖδες γνήσιοι· Ταβαῖος γὰρ καὶ Γάδαμος καὶ Τααῦος καὶ Μαχᾶς ἐκ Ῥούμας παλλακῆς αὐτῷ γεγόνασι. Βαθουήλῳ δὲ τῶν Ναχώρου γνησίων παίδων γίνεται Ῥεβέκκα θυγάτηρ καὶ Λάβανος υἱός. 1.154

Ἅβραμος δὲ Λῶτον τὸν Ἀράνου τοῦ ἀδελφοῦ υἱὸν τῆς δὲ γυναικὸς αὐτοῦ Σάρρας ἀδελφὸν εἰσεποιήσατο γνησίου παιδὸς ἀπορῶν καὶ καταλείπει τὴν Χαλδαίαν ἑβδομήκοντα καὶ πέντε γεγονὼς ἔτη τοῦ θεοῦ κελεύσαντος εἰς τὴν Χαναναίαν μετελθεῖν, ἐν κατῴκησε καὶ τοῖς ἀπογόνοις κατέλιπε δεινὸς ὢν συνεῖναί τε περὶ πάντων καὶ πιθανὸς τοῖς ἀκροωμένοις περί τε ὧν εἰκάσειεν οὐ διαμαρτάνων. 1.155διὰ τοῦτο καὶ φρονεῖν μεῖζον ἐπʼ ἀρετῇ τῶν ἄλλων ἠργμένος καὶ τὴν περὶ τοῦ θεοῦ δόξαν, ἣν ἅπασι συνέβαινεν εἶναι, καινίσαι καὶ μεταβαλεῖν ἔγνω. πρῶτος οὖν τολμᾷ θεὸν ἀποφήνασθαι δημιουργὸν τῶν ὅλων ἕνα, τῶν δὲ λοιπῶν εἰ καί τι πρὸς εὐδαιμονίαν συντελεῖ κατὰ προσταγὴν τὴν τούτου παρέχειν ἕκαστον καὶ οὐ κατʼ οἰκείαν ἰσχύν. 1.156εἰκάζεται δὲ ταῦτα τοῖς γῆς καὶ θαλάσσης παθήμασι τοῖς τε περὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πᾶσι τοῖς κατʼ οὐρανὸν συμβαίνουσι· δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς κατʼ αὐτοὺς εὐταξίας, ταύτης δʼ ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδʼ ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν, καλῶς ἔχει μόνῳ τὴν τιμὴν καὶ τὴν εὐχαριστίαν ἀπονέμειν. 1.157διʼ ἅπερ Χαλδαίων τε καὶ τῶν ἄλλων Μεσοποταμιτῶν στασιασάντων πρὸς αὐτὸν μετοικεῖν δοκιμάσας κατὰ βούλησιν καὶ βοήθειαν τοῦ θεοῦ τὴν Χαναναίαν ἔσχε γῆν, ἱδρυθείς τε αὐτόθι βωμὸν ᾠκοδόμησε καὶ θυσίαν ἐτέλεσε τῷ θεῷ. 1.158

Μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἁβράμου Βηρωσός, οὐκ ὀνομάζων, λέγων δʼ οὕτως· “μετὰ δὲ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια 1.159ἔμπειρος.” Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλέον τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Νικόλαος δὲ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως· “Ἁβράμης ἐβασίλευσεν ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος Χαλδαίων λεγομένης. 1.160μετʼ οὐ πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην νῦν δὲ Ἰουδαίαν μετῴκησε καὶ οἱ ἀπʼ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα. τοῦ δὲ Ἁβράμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται καὶ κώμη δείκνυται ἀπʼ αὐτοῦ Ἁβράμου οἴκησις λεγομένη.” 1.161

Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Ἰουδαίαν καταλαβόντος Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος μεταίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος ὧν λέγοιεν περὶ θεῶν· γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν. 1.162ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων ἐπιμανές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦθʼ ὑποκρίνασθαι, συμφέρειν γὰρ αὐτοῖς, ἐδίδαξεν. 1.163ὡς δʼ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας. 1.164ἐμποδίζει δὲ αὐτοῦ θεὸς τὴν ἄδικον ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων· καὶ θυομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφʼ οἷς ἠθέλησεν ὑβρίσαι τοῦ ξένου τὴν γυναῖκα. 1.165 δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς τε εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο, πυθόμενός τε τὴν ἀλήθειαν Ἅβραμον παρῃτεῖτο· νομίζων γὰρ ἀδελφὴν ἀλλʼ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλʼ οὐκ ἐνυβρίσαι κατʼ ἐπιθυμίαν ὡρμημένος· δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπʼ αὐτῇ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι. 1.166

Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρʼ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε. 1.167θαυμασθεὶς οὖν ὑπʼ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι. 1.168πρὸ γὰρ τῆς Ἁβράμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτʼ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας. 1.169

Ὡς δʼ εἰς τὴν Χαναναίαν ἀφίκετο, μερίζεται πρὸς Λῶτον τὴν γῆν τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν νέμοιεν· τὴν ἐκλογὴν μέντοι καὶ τὴν αἵρεσιν ἐπιτρέπει τῷ Λώτῳ· 1.170λαβὼν δʼ αὐτὸς τὴν ὑπʼ ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει ἐν τῇ Ναβρῶ πόλει· παλαιοτέρα δέ ἐστιν ἔτεσιν ἑπτὰ πρὸ Τάνιδος τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τὸ πεδίον κειμένην καὶ ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ. τὴν δὲ αἰτίαν κατὰ χώραν σημανῶ. 1.171

Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσσυρίων κρατούντων τῆς Ἀσίας Σοδομίταις ἤνθει τὰ πράγματα εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν· βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος τε Βαλήνων βασιλεύς· μοίρας δʼ ἦρχον ἕκαστος ἰδίας. 1.172ἐπὶ τούτους στρατεύσαντες Ἀσσύριοι καὶ μέρη τέσσαρα ποιήσαντες τῆς στρατιᾶς ἐπολιόρκουν αὐτούς· στρατηγὸς δʼ ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι. 1.173δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπʼ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου. 1.174οὗτοι τήν τε Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλεως ἀφανισθείσης κοιλὰς ἐκείνη λίμνη γέγονεν Ἀσφαλτῖτις λεγομένη. 1.175περὶ μὲν οὖν τῆς λίμνης ταύτης αὖθις μετʼ οὐ πολὺ δηλώσομεν, τῶν δὲ Σοδομιτῶν συμβαλόντων τοῖς Ἀσσυρίοις καὶ καρτερᾶς τῆς μάχης γενομένης, πολλοὶ μὲν αὐτῶν ἀπέθανον, οἱ λοιποὶ δὲ ᾐχμαλωτίσθησαν, σὺν οἷς καὶ Λῶτος ἤγετο τοῖς Σοδομίταις σύμμαχος ἐληλυθώς. 1.176

Ἁβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. 1.177καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλʼ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα τοῖς Ἀσσυρίοις περὶ Δάνον, οὕτως γὰρ ἑτέρα τοῦ Ἰορδάνου προσαγορεύεται πηγή, καὶ φθάσας πρὶν ἐν ὅπλοις γενέσθαι τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδʼ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δʼ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον. 1.178Ἅβραμος δὲ διώκων εἵπετο μέχρι καὶ δευτεραίους συνήλασεν αὐτοὺς εἰς Ὠβὰ τῆς Δαμασκηνῶν γῆς, ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῇ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ, τριακοσίοις καὶ δεκαοκτὼ οἰκέταις αὐτοῦ καὶ τρισὶ φίλοις τοσούτου στρατοῦ περιγενόμενος. ὁπόσοι δὲ αὐτῶν καὶ διέφυγον ἀδόξως ἀνέστρεψαν. 1.179

Ἅβραμος δὲ τοὺς τῶν Σοδομιτῶν σώσας αἰχμαλώτους, οἳ ληφθέντες ἔφθησαν ὑπὸ τῶν Ἀσσυρίων, καὶ τὸν συγγενῆ Λῶτον ἀνέζευξεν μετὰ εἰρήνης. ἀπήντησε δὲ αὐτῷ τῶν Σοδομιτῶν βασιλεὺς εἰς τόπον τινά, ὃν καλοῦσι πεδίον βασιλικόν. 1.180ἔνθα τῆς Σολυμᾶ ὑποδέχεται βασιλεὺς αὐτὸν Μελχισεδέκ· σημαίνει δὲ τοῦτο βασιλεὺς δίκαιος· καὶ ἦν δὲ τοιοῦτος ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτὸν τὴν αἰτίαν καὶ ἱερέα γενέσθαι τοῦ θεοῦ· τὴν μέντοι Σολυμᾶ ὕστερον ἐκάλεσεν Ἱεροσόλυμα. 1.181ἐχορήγησε δὲ οὗτος Μελχισεδὲκ τῷ Ἁβράμου στρατῷ ξένια καὶ πολλὴν ἀφθονίαν τῶν ἐπιτηδείων παρέσχε καὶ παρὰ τὴν εὐωχίαν αὐτόν τε ἐπαινεῖν ἤρξατο καὶ τὸν θεὸν εὐλογεῖν ὑποχειρίους αὐτῷ ποιήσαντα τοὺς ἐχθρούς. Ἁβράμου δὲ διδόντος καὶ τὴν δεκάτην τῆς λείας αὐτῷ προσδέχεται τὴν δόσιν. 1.182 δὲ τῶν Σοδομιτῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δʼ ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσσυρίων ἔσωσεν οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδʼ ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο· μοῖραν μέντοι τινὰ τοῖς φίλοις αὐτοῦ παρέσχε τοῖς συστρατευομένοις. Ἔσχων δʼ πρῶτος ἐκαλεῖτο καὶ Ἔννηρος καὶ Μαμβρῆς. 1.183

Ἐπαινέσας δὲ αὐτοῦ τὴν ἀρετὴν θεός, “ἀλλʼ οὐκ ἀπολεῖς, φησί, μισθοὺς οὓς ἄξιόν ἐστίν σε ἐπὶ τοιαύταις εὐπραγίαις κομίζεσθαι.” τοῦ δʼ ὑπολαβόντοςκαὶ τίς ἂν εἴη χάρις τούτων τῶν μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετʼ αὐτόν, ἔτι γὰρ ἦν ἄπαις, θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν ἐκείνου γενεάν, ὡς παραπλησίως αὐτῇ τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν. 1.184καὶ μὲν ταῦτʼ ἀκούσας θυσίαν προσφέρει τῷ θεῷ κελευσθεὶς ὑπʼ αὐτοῦ. ἦν δὲ τρόπος τῆς θυσίας τοιοῦτος· δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν ὁμοίως τριετῆ καὶ τρυγόνα καὶ περιστερὰν κελεύσαντος διεῖλε, τῶν ὀρνέων οὐδὲν διελών. 1.185εἶτα πρὶν στῆναι τὸν βωμὸν οἰωνῶν ἐφιπταμένων ἐπιθυμίᾳ τοῦ αἵματος φωνὴ θεία παρῆν ἀποσημαίνουσα πονηροὺς αὐτοῦ τοῖς ἐγγόνοις γείτονας ἐπὶ ἔτη τετρακόσια γενησομένους κατὰ τὴν Αἴγυπτον· ἐν οἷς κακοπαθήσαντας περιέσεσθαι τῶν ἐχθρῶν καὶ κρατήσαντας πολέμῳ Χαναναίων ἕξειν αὐτῶν τὴν γῆν καὶ τὰς πόλεις. 1.186

Ἅβραμος δὲ κατῴκει μὲν περὶ τὴν Ὠγύγην καλουμένην δρῦν, ἔστι δὲ τῆς Χαναναίας τὸ χωρίον οὐ πόρρω τῆς Ἑβρωνίων πόλεως, δυσφορῶν δὲ ἐπὶ γυναικὶ μὴ κυούσῃ ἱκετεύει τὸν θεὸν γονὴν αὐτῷ παιδὸς ἄρσενος παρασχεῖν. 1.187τοῦ δὲ θεοῦ θαρσεῖν αὐτὸν παρακελευομένου τοῖς τε ἄλλοις ἅπασιν ὡς ἐπʼ ἀγαθοῖς αὐτὸν ἀπὸ τῆς Μεσοποταμίας ἠγμένον καὶ παίδων ἐσομένων, Σάρρα τοῦ θεοῦ κελεύσαντος ἐπικλίνει μίαν τῶν θεραπαινίδων Ἀγάρην ὄνομα γένος οὖσαν Αἰγυπτίαν ὡς ἐξ αὐτῆς παιδοποιησομένῳ. 1.188καὶ γενομένη ἐγκύμων θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα, ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν ὑπʼ αὐτῆς τεχθησόμενον. Ἁβράμου δὲ αὐτὴν πρὸς αἰκίαν παραδιδόντος τῇ Σάρρᾳ δρασμὸν ἐπεβούλευσεν οὐχ ὑπομένουσα τὰς ταλαιπωρίας καὶ τὸν θεὸν ἱκέτευεν οἶκτον αὐτῆς λαβεῖν. 1.189ὑπαντιάζει δὲ διὰ τῆς ἐρήμου προϊοῦσαν αὐτὴν ἄγγελος θεῖος κελεύων πρὸς τοὺς δεσπότας ἐπανιέναι· βίου γὰρ μείζονος τεύξεσθαι σωφρονοῦσαν· καὶ γὰρ νῦν εἰς τὴν δέσποιναν ἀγνώμονα καὶ αὐθάδη γενομένην ἐν τούτοις εἶναι τοῖς κακοῖς· 1.190παρακούουσαν μὲν τοῦ θεοῦ καὶ προσωτέρω χωροῦσαν ἔλεγεν ἀπολεῖσθαι, νοστήσασαν δὲ αὐτὴν ὀπίσω γενήσεσθαι μητέρα παιδὸς τῆς γῆς ἐκείνης βασιλεύσοντος. τούτοις πείθεται καὶ ἐπανελθοῦσα πρὸς τοὺς δεσπότας συγγνώμης ἔτυχε· τίκτει δὲ μετʼ οὐ πολὺ Ἰσμαῆλον, θεόκλυτον ἄν τις εἴποι, διὰ τὸ εἰσακοῦσαι τὸν θεὸν τῆς ἱκεσίας. 1.191

Ἁβράμῳ μὲν οὖν ἕκτον ἤδη καὶ ὀγδοηκοστὸν ἔτος γεγονότι προειρημένος ἐγεννήθη, εἰς ἔνατον δʼ αὐτῷ καὶ ἐνενηκοστὸν παρελθόντι ἐπιφανεὶς θεὸς ἀπήγγειλεν, ὡς παῖς αὐτῷ ἐκ Σάρρας ἔσοιτο· κελεύει δʼ αὐτὸν καλέσαι Ἴσακον δηλῶν ἐσόμενα ἔθνη μεγάλα ἀπʼ αὐτοῦ καὶ βασιλεῖς, καὶ ὅτι πολεμήσαντες καθέξουσι τὴν Χαναναίαν ἅπασαν ἀπὸ Σιδῶνος μέχρι Αἰγύπτου, 1.192προσέταξέ τε βουλόμενος τὸ ἀπʼ αὐτοῦ γένος μένειν τοῖς ἄλλοις οὐ συμφυρόμενον περιτέμνεσθαι τὰ αἰδοῖα καὶ τοῦτο ποιεῖν ὀγδόῃ ἡμέρᾳ μετὰ τὸ γεννηθῆναι. τὴν αἰτίαν δὲ τῆς περιτομῆς ἡμῶν ἐν ἄλλοις δηλώσω. 1.193πυθομένῳ δὲ Ἁβράμῳ καὶ περὶ τοῦ Ἰσμαήλου, εἰ ζήσεται, πολυχρόνιόν τε ἀπεσήμαινεν θεὸς καὶ μεγάλων ἐθνῶν πατέρα. καὶ Ἅβραμος μὲν ἐπὶ τούτοις εὐχαριστήσας τῷ θεῷ περιτέμνεται παραχρῆμα καὶ πάντες οἱ παρʼ αὐτοῦ καὶ παῖς Ἰσμαῆλος, οὗ κατʼ ἐκείνην τὴν ἡμέραν τρισκαιδέκατον ἔτος ἔχοντος αὐτὸς ἐνενηκοστὸν πρὸς τοῖς ἐννέα διῆγεν. 1.194

Ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλήθει καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς, ὡς μηκέτι μεμνῆσθαι τῶν παρʼ αὐτοῦ γενομένων ὠφελειῶν, εἶναί τε μισόξενοι καὶ τὰς πρὸς ἄλλους ὁμιλίας ἐκτρέπεσθαι. 1.195χαλεπήνας οὖν ἐπὶ τούτοις θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι. 1.196

Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους, ἐκαθέζετο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὑτοῦ αὐλῆς, καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρʼ αὐτῷ καταχθέντας παρεκάλει ξενίας μεταλαβεῖν. 1.197ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν εὐθὺς ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς ὑπὸ τῇ δρυῒ κατακειμένοις· οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι δὲ καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτʼ εἴη Σάρρα. τοῦ δʼ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην. 1.198τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης αὐτῆς μὲν ἐνενήκοντα ἔτη ἐχούσης τοῦ δʼ ἀνδρὸς ἑκατόν, οὐκέτι κατέσχον λανθάνοντες ἀλλʼ ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν εἷς σημανῶν περὶ τοῦ παιδός, οἱ δύο δὲ Σοδομίτας καταστρεψόμενοι. 1.199

Ταῦτʼ ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ τὸν θεὸν ἀναστὰς ἱκέτευσε παρακαλῶν, μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν, εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν, μὲν Ἅβραμος ἡσύχασεν· 1.200οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν, καὶ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει· λίαν γὰρ ἦν περὶ τοὺς ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπεστάτους τῇ ὄψει διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας ἐπὶ βίαν καὶ ὕβριν αὐτῶν τῆς ὥρας ἐτράπησαν. 1.201τοῦ δὲ Λώτου παραινοῦντος σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπʼ αἰσχύνῃ τῶν ξένων, ἀλλʼ ἔχειν αἰδῶ τῆς παρʼ αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδʼ οὕτως ἐπείσθησαν. 1.202

θεὸς οὖν ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δὲ τοῦ θεοῦ τὴν μέλλουσαν ἀπώλειαν τῶν Σοδομιτῶν αὐτῷ φράσαντος ἀπαλλάσσεται τήν τε γυναῖκα καὶ τὰς θυγατέρας, δύο δὲ ἦσαν ἔτι παρθένοι, ἀναλαβών· οἱ γὰρ μνηστῆρες περιεφρόνησαν τῆς ἐξόδου εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις. 1.203καὶ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσιν κατεπίμπρα τὴν γῆν ὁμοίᾳ πυρώσει ἀφανίζων, ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον. δὲ Λώτου γυνὴ παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ πολυπραγμονοῦσα τὰ περὶ αὐτὴν ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο μὴ ποιεῖν εἰς στήλην ἁλῶν μετέβαλεν· ἱστόρησα δʼ αὐτήν, ἔτι γὰρ καὶ νῦν διαμένει. 1.204διαφεύγει δʼ αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός· Ζωὼρ ἔτι καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖοι τὸ ὀλίγον. ἐνταῦθα τοίνυν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν. 1.205

Αἱ δὲ παρθένοι πᾶν ἠφανίσθαι τὸ ἀνθρώπινον ὑπολαβοῦσαι τῷ πατρὶ πλησιάζουσι προνοήσασαι λαθεῖν· ἐποίουν δὲ τοῦτο ὑπὲρ τοῦ μὴ τὸ γένος ἐκλιπεῖν. γίνονται δὲ παῖδες ὑπὸ μὲν τῆς πρεσβυτέρας Μώαβος· εἴποι δʼ ἄν τις ἀπὸ πατρός. Ἄμμανον δʼ νεωτέρα ποιεῖται· γένους υἱὸν ἀποσημαίνει τὸ ὄνομα. 1.206καὶ κτίζει δʼ αὐτῶν μὲν Μωαβίτας μέγιστον ὄντας καὶ νῦν ἔθνος, Ἀμμανίτας δὲ ἕτερος· Συρίας τῆς κοίλης ἐστὶν ἀμφότερα. καὶ Λώτῳ μὲν τοιαύτην συνέβη τὴν ἐκ Σοδομιτῶν ἀναχώρησιν γενέσθαι. 1.207

Ἅβραμος δὲ μετῴκησεν εἰς Γέραρα τῆς Παλαιστίνης ἐν ἀδελφῆς ἐπαγόμενος σχήματι τὴν Σάρραν, ὅμοια τοῖς πρὶν ὑποκρινάμενος διὰ τὸν φόβον· ἐδεδίει γὰρ Ἀβιμέλεχον τὸν βασιλέα τῶν ἐπιχωρίων· ὃς καὶ αὐτὸς ἐρασθεὶς τῆς Σάρρας φθείρειν οἷός τε ἦν. 1.208εἴργεται δὲ τῆς ἐπιθυμίας ὑπὸ νόσου χαλεπῆς αὐτῷ προσπεσούσης ἐκ θεοῦ καὶ τῶν ἰατρῶν αὐτὸν ἀπεγνωκότων ὑπνώσας ὄναρ ὁρᾷ μηδὲν ὑβρίζειν τὴν τοῦ ξένου γυναῖκα, καὶ ῥᾷον διατεθεὶς φράζει πρὸς τοὺς φίλους, ὡς θεὸς ταύτην αὐτῷ ἐπάγει τὴν νόσον ὑπὲρ ἐκδικίας τοῦ ξένου φυλάσσων ἀνύβριστον αὐτῷ τὴν γυναῖκα, μὴ γὰρ ἀδελφὴν οὖσαν ἐπάγεσθαι νόμῳ δʼ αὐτῷ συνοικοῦσαν, ἐπαγγέλλεταί τε παρέξειν αὑτὸν εὐμενῆ τὸ λοιπὸν ἀδεοῦς ἐκείνου περὶ τὴν γυναῖκα γενομένου. 1.209ταῦτα εἰπὼν μεταπέμπεται τὸν Ἅβραμον συμβουλευσάντων τῶν φίλων καὶ μηδὲν ἔτι περὶ τῆς γυναικὸς αὐτὸν ὡς πεισομένης τι τῶν αἰσχρῶν ἐκέλευσε δεδιέναι, θεὸν γὰρ αὐτοῦ κήδεσθαι, καὶ κατὰ τὴν συμμαχίαν τὴν ἐκείνου μεμενηκυῖαν ἀνύβριστον κομίζεσθαι. τοῦ δὲ θεοῦ μάρτυρος ὄντος καὶ τοῦ τῆς γυναικὸς συνειδότος ἔλεγε μηδʼ ἂν ὀρεχθῆναι τὴν ἀρχήν, εἰ γαμετὴν οὖσαν ἠπίστατο, ὡς ἀδελφὴν δὲ ἀγόμενον ἣν οὐκ ἠδίκουν. 1.210παρακαλεῖ τε πρᾴως ἔχειν πρὸς αὐτὸν καὶ τὸν θεὸν εὐμενῆ ποιεῖν, παρʼ αὐτῷ τε μένειν βουλομένῳ πᾶσαν ἀφθονίαν ὑπάρξειν ἀπιέναι τε προαιρούμενον τεύξεσθαι πομπῆς καὶ πάντων ὅσων καὶ χρῄζων πρὸς αὐτὸν ἀφίκοιτο. 1.211ταῦτʼ εἰπόντος Ἅβραμος οὔτε τὴν συγγένειαν τῆς γυναικὸς ἐψεῦσθαι ἔλεγεν, ἀδελφοῦ γὰρ αὐτὴν εἶναι παῖδα, καὶ δίχα τοιαύτης ὑποκρίσεως οὐκ ἀσφαλῆ τὴν ἐπιδημίαν ὑπολαβεῖν. ὅσα τε ἐπὶ τῷ μηδὲν αἴτιος τῆς νόσου γεγονέναι προθυμηθῆναι δʼ αὐτοῦ περὶ τὴν σωτηρίαν, ἑτοίμως ἔφασκεν ἔχειν παρʼ αὐτῷ μένειν. 1.212καὶ Ἀβιμέλεχος τήν τε γῆν πρὸς αὐτὸν νέμεται καὶ τὰ χρήματα, καὶ συντίθενται ἀδόλως πολιτεύσεσθαι ὑπέρ τινος φρέατος ποιούμενοι τὸν ὅρκον, Βηρσουβαὶ καλοῦσιν· ὅρκιον δὲ φρέαρ λέγοιτʼ ἄν. οὕτω δʼ ἔτι καὶ νῦν ὑπὸ τῶν ἐπιχωρίων ὠνόμασται. 1.213

Γίνεται δὲ Ἁβράμῳ μετʼ οὐ πολὺ καὶ παῖς ἐκ Σάρρας, ὡς αὐτῷ ὑπὸ τοῦ θεοῦ προείρητο, ὃν Ἴσακον ὠνόμασε· τοῦτο γέλωτα σημαίνει· διὰ μέντοι τὸ τὴν Σάρραν μειδιάσαι τέξεσθαι φήσαντος αὐτὴν τοῦ θεοῦ μὴ προσδοκῶσαν ἤδη τοκετοῦ πρεσβυτέραν οὖσαν τὸν υἱὸν οὕτως ἐκάλεσεν. αὐτὴ μὲν γὰρ ἐνενήκοντα εἶχεν ἔτη ἑκατὸν δὲ Ἅβραμος. 1.214τίκτεται δὲ παῖς ἑκατέρων τῷ ὑστάτῳ ἔτει, ὃν εὐθὺς μετʼ ὀγδόην ἡμέραν περιτέμνουσι, κἀξ ἐκείνου μετὰ τοσαύτας ἔθος ἔχουσιν οἱ Ἰουδαῖοι ποιεῖσθαι τὰς περιτομάς, Ἄραβες δὲ μετὰ ἔτος τρισκαιδέκατον· Ἰσμαῆλος γὰρ κτίστης αὐτῶν τοῦ ἔθνους Ἁβράμῳ γενόμενος ἐκ τῆς παλλακῆς ἐν τούτῳ περιτέμνεται τῷ χρόνῳ· περὶ οὗ τὸν πάντα λόγον ἐκθήσομαι μετὰ πολλῆς ἀκριβείας. 1.215

Σάρρα δὲ γεννηθέντα τὸν Ἰσμαῆλον ἐκ τῆς δούλης αὐτῆς Ἀγάρης τὸ μὲν πρῶτον ἔστεργεν οὐδὲν ἀπολείπουσα τῆς πρὸς ἴδιον υἱὸν εὐνοίας, ἐτρέφετο γὰρ ἐπὶ τῇ τῆς ἡγεμονίας διαδοχῇ, τεκοῦσα δʼ αὐτὴ τὸν Ἴσακον οὐκ ἠξίου παρατρέφεσθαι τούτῳ τὸν Ἰσμαῆλον ὄντα πρεσβύτερον καὶ κακουργεῖν δυνάμενον τοῦ πατρὸς αὐτοῖς ἀποθανόντος. 1.216ἔπειθεν οὖν τὸν Ἅβραμον εἰς ἀποικίαν ἐκπέμπειν αὐτὸν μετὰ τῆς μητρός. δὲ κατὰ μὲν ἀρχὰς οὐ προσετίθετο τὴν αὑτοῦ γνώμην οἷς Σάρρα ἐσπουδάκει πάντων ὠμότατον ἡγούμενος εἶναι παῖδα νήπιον καὶ γυναῖκα ἄπορον τῶν ἀναγκαίων ἐκπέμπειν. 1.217ὕστερον δέ, καὶ γὰρ θεὸς ἠρέσκετο τοῖς ὑπὸ τῆς Σάρρας προσταττομένοις, πεισθεὶς παρεδίδου τὸν Ἰσμαῆλον τῇ μητρὶ μήπω διʼ αὐτοῦ χωρεῖν δυνάμενον, ὕδωρ τε ἐν ἀσκῷ καὶ ἄρτον φερομένην ἐκέλευεν ἀπιέναι ὁδηγῷ τῇ ἀνάγκῃ χρωμένην. 1.218ὡς δʼ ἀπιοῦσαν ἐπιλελοίπει τὰ ἀναγκαῖα, ἐν κακοῖς ἦν, ὕδατος δὲ σπανίζοντος ὑπʼ ἐλάτῃ τινὶ θεῖσα τὸ παιδίον ψυχορραγοῦν, ὡς μὴ παρούσης τὴν ψυχὴν ἀφῇ, προῄει πορρωτέρω. 1.219συντυχὼν δʼ αὐτῇ θεῖος ἄγγελος πηγήν τε φράζει παρακειμένην καὶ κελεύει προνοεῖν τῆς ἀνατροφῆς τοῦ παιδίου· μεγάλα γὰρ αὐτὴν ἀγαθὰ περιμένειν ἐκ τῆς Ἰσμαήλου σωτηρίας. δʼ ἐθάρσησε τοῖς προκατηγγελμένοις καὶ συμβαλοῦσα ποιμέσι διὰ τὴν ἐξ αὐτῶν ἐπιμέλειαν διαφεύγει τὰς ταλαιπωρίας. 1.220

Ἀνδρωθέντι δὲ τῷ παιδὶ γύναιον ἄγεται τὸ γένος Αἰγύπτιον, ἐνθένδε ἦν καὶ αὐτὴ τὸ ἀρχαῖον, ἐξ οὗ παῖδες Ἰσμαήλῳ γίνονται δώδεκα πάντες, Ναβαιώθης Κήδαρος Ἀβδεῆλος Μάσσαμος Μάσμασος Ἰδουμᾶς Μάσμησος Χόδαμος Θέμανος Ἰετοῦρος Νάφαισος Κάδμασος. 1.221οὗτοι πᾶσαν τὴν ἀπʼ Εὐφράτου καθήκουσαν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν κατοικοῦσι Ναβατηνὴν τὴν χώραν ὀνομάσαντες. εἰσὶ δὲ οὗτοι, οἳ τὸ τῶν Ἀράβων ἔθνος καὶ τὰς φυλὰς ἀπʼ αὐτῶν καλοῦσι διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὸ Ἁβράμου ἀξίωμα. 1.222

Ἴσακον δὲ πατὴρ Ἅβραμος ὑπερηγάπα μονογενῆ ὄντα καὶ ἐπὶ γήρως οὐδῷ κατὰ δωρεὰν αὐτῷ τοῦ θεοῦ γενόμενον. προεκαλεῖτο δὲ εἰς εὔνοιαν καὶ τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν γονέων καὶ αὐτὸς παῖς ἐπιτηδεύων πᾶσαν ἀρετὴν καὶ τῆς τε τῶν πατέρων θεραπείας ἐχόμενος καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδακώς. 1.223Ἅβραμος δὲ τὴν ἰδίαν εὐδαιμονίαν ἐν μόνῳ τῷ τὸν υἱὸν ἀπαθῆ καταλιπὼν ἐξελθεῖν τοῦ ζῆν ἐτίθετο. τούτου μέντοι κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔτυχεν, ὃς διάπειραν αὐτοῦ βουλόμενος λαβεῖν τῆς περὶ αὐτὸν θρησκείας ἐμφανισθεὶς αὐτῷ καὶ πάντα ὅσα εἴη παρεσχημένος καταριθμησάμενος, 1.224ὡς πολεμίων τε κρείττονα ποιήσειε καὶ τὴν παροῦσαν εὐδαιμονίαν ἐκ τῆς αὐτοῦ σπουδῆς ἔχοι καὶ τὸν υἱὸν Ἴσακον, ᾔτει τοῦτον αὐτῷ θῦμα καὶ ἱερεῖον αὐτὸν παρασχεῖν ἐκέλευέ τε εἰς τὸ Μώριον ὄρος ἀναγαγόντα ὁλοκαυτῶσαι βωμὸν ἱδρυσάμενον· οὕτως γὰρ ἐμφανίσειν τὴν περὶ αὐτὸν θρησκείαν, εἰ καὶ τῆς τοῦ τέκνου σωτηρίας προτιμήσειε τὸ τῷ θεῷ κεχαρισμένον. 1.225

Ἅβραμος δὲ ἐπὶ μηδενὶ κρίνων παρακούειν τοῦ θεοῦ δίκαιον ἅπαντά θʼ ὑπουργεῖν ὡς ἐκ τῆς ἐκείνου προνοίας ἀπαντώντων οἷς ἂν εὐμενὴς , ἐπικρυψάμενος πρὸς τὴν γυναῖκα τήν τε τοῦ θεοῦ πρόρρησιν καὶ ἣν εἶχεν αὐτὸς γνώμην περὶ τῆς τοῦ παιδὸς σφαγῆς, ἀλλὰ μηδὲ τῶν οἰκετῶν τινι δηλώσας, ἐκωλύετο γὰρ ἂν ὑπηρετῆσαι τῷ θεῷ, λαβὼν τὸν Ἴσακον μετὰ δύο οἰκετῶν καὶ τὰ πρὸς τὴν ἱερουργίαν ἐπισάξας ὄνῳ ἀπῄει πρὸς τὸ ὄρος. 1.226καὶ δύο μὲν ἡμέρας αὐτῷ συνώδευσαν οἱ οἰκέται, τῇ τρίτῃ δὲ ὡς κάτοπτον ἦν αὐτῷ τὸ ὄρος, καταλιπὼν ἐν τῷ πεδίῳ τοὺς συνόντας μετὰ μόνου τοῦ παιδὸς παραγίνεται εἰς τὸ ὄρος, ἐφʼ οὗ τὸ ἱερὸν Δαβίδης βασιλεὺς ὕστερον ἱδρύεται. 1.227ἔφερον δὲ σὺν αὐτοῖς ὅσα λοιπὰ πρὸς τὴν θυσίαν ἦν πλὴν ἱερείου. τοῦ δʼ Ἰσάκου πέμπτον τε καὶ εἰκοστὸν ἔτος ἔχοντος τὸν βωμὸν κατασκευάζοντος καὶ πυθομένου, τί καὶ μέλλοιεν θύειν ἱερείου μὴ παρόντος, τὸν θεὸν αὐτοῖς παρέξειν ἔλεγεν ὄντα ἱκανὸν καὶ τῶν οὐκ ὄντων εἰς εὐπορίαν ἀνθρώποις παραγαγεῖν καὶ τὰ ὄντα τῶν ἐπʼ αὐτοῖς θαρρούντων ἀφελέσθαι· δώσειν οὖν κἀκείνῳ ἱερεῖον, εἴπερ εὐμενὴς μέλλει τῇ θυσίᾳ παρατυγχάνειν αὐτοῦ. 1.228

Ὡς δʼ βωμὸς παρεσκεύαστο καὶ τὰς σχίζας ἐπενηνόχει καὶ ἦν εὐτρεπῆ, λέγει πρὸς τὸν υἱόν· “ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ τοῦ θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην οὐδʼ ἐφʼ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς εἰ σέ τʼ ἴδοιμι ἠνδρωμένον καὶ τελευτῶν διάδοχον τῆς ἀρχῆς τῆς ἐμαυτοῦ καταλίποιμι. 1.229ἀλλʼ ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ γάρ σε παραχωρῶ ταύτης ἀξιώσαντι παρʼ ἡμῶν τῆς τιμῆς ἀνθʼ ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος νῦν ἐπιτυχεῖν. 1.230ἐπεὶ δʼ ἐγεννήθης ἀποθάνῃς οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον, ἀλλʼ ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν, συμπίπτειν πέφυκεν ἀνθρώποις, ἀπαλλαγῆναι τοῦ βίου, 1.231μετʼ εὐχῶν τε καὶ ἱερουργίας ἐκείνου ψυχὴν τὴν σὴν προσδεξομένου καὶ παρʼ αὐτῷ καθέξοντος· ἔσῃ τʼ ἐμοὶ εἰς κηδεμόνα καὶ γηρωκόμον, διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην, τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος.” 1.232

Ἴσακος δέ, πατρὸς γὰρ ἦν οἵου τετυχηκότα γενναῖον ἔδει τὸ φρόνημα εἶναι, δέχεται πρὸς ἡδονὴν τοὺς λόγους καὶ φήσας, ὡς οὐδὲ γεγονέναι τὴν ἀρχὴν ἦν δίκαιος, εἰ θεοῦ καὶ πατρὸς μέλλει κρίσιν ἀπωθεῖσθαι καὶ μὴ παρέχειν αὑτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως, ὅτε καὶ μόνου τοῦ πατρὸς ταῦτα προαιρουμένου μὴ ὑπακούειν ἄδικον ἦν, ὥρμησεν ἐπὶ τὸν βωμὸν καὶ τὴν σφαγήν. 1.233κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ· βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸς ἀφελέσθαι τούτου βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούοι. 1.234μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ τὸ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτοῦ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν. 1.235προεδήλου τε τὸ γένος τὸ αὐτῶν εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐτῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτησαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις. 1.236ταῦτα θεὸς εἰπὼν κριὸν ἐκ τἀφανοῦς παρήγαγεν αὐτοῖς εἰς τὴν ἱερουργίαν. οἱ δὲ παρʼ ἐλπίδας αὐτοῦ κεκομισμένου καὶ τοιούτων ἀγαθῶν ἐπαγγελίας ἀκηκοότες ἠσπάζοντό τε ἀλλήλους καὶ θύσαντες ἀπενόστησαν πρὸς τὴν Σάρραν καὶ διῆγον εὐδαιμόνως ἐφʼ ἅπασιν οἷς ἐθελήσειαν τοῦ θεοῦ συλλαμβάνοντος αὐτοῖς. 1.237

Καὶ Σάρρα μὲν οὐ πολὺ ὕστερον ἀποθνήσκει βιώσασα ἔτη ἑπτὰ καὶ εἴκοσι πρὸς τοῖς ἑκατόν. θάπτουσι δʼ αὐτὴν ἐν Νεβρῶνι συγχωρούντων μὲν τῶν Χαναναίων καὶ δημοσίᾳ χοῦν αὐτῆς τὸν τάφον, Ἁβράμου δὲ ὠνησαμένου τὸ χωρίον σίκλων τετρακοσίων παρʼ Ἐφραίμου τινὸς ἐκ τῆς Νεβρῶνος. καὶ τὰ μνημεῖα Ἅβραμός τε καὶ οἱ ἀπόγονοι αὐτοῦ ταύτῃ κατεσκευάσαντο. 1.238

Γαμεῖ δʼ αὐτὸς Κατούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται πρός τε πόνους καρτεροὶ καὶ δεινοὶ συνιέναι, Ζεμβράνης Ἰαζάρης Μαδάνης Μαδιάνης Λουσούβακος Σοῦος. φύονται δὲ καὶ τούτοις παῖδες· καὶ Σούου μὲν Σαβακίνης γίνεται καὶ Δαδάνης, τούτου δὲ Λατούσιμος Ἄσσουρις Λούουρις· Μαδάνου δὲ Ἠφᾶς Ἑώφρην Ἄνωχος Ἐβιδᾶς Ἐλδᾶς. 1.239τούτοις ἅπασι τοῖς παισὶ καὶ τοῖς υἱωνοῖς Ἅβραμος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλοδῦτιν καταλαμβάνουσι καὶ τῆς εὐδαίμονος Ἀραβίας ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν. λέγεται δέ, ὡς οὗτος Ἑώφρην στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος Ἀφρικὰ προσηγόρευσαν. 1.240μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος πολυίστωρ λέγων οὕτως· “Κλεόδημος δέ φησιν προφήτης καὶ Μάλχος ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωυσῆς ἱστόρησεν νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Κατούρας Ἁβράμῳ ἐγένοντο παῖδες ἱκανοί. 1.241λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα ὀνομάζων τρεῖς Ἰαφέραν Σούρην Ἰαφράν. ἀπὸ Σούρου μὲν τὴν Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο Ἰαφρᾶ τε καὶ Ἰαφέρου, πόλιν τε Ἐφρᾶν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον· γήμαντά τε τὴν Ἀφράνου θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον· τούτου δὲ γενέσθαι Σόφωνα, ἀφʼ οὗ τοὺς βαρβάρους Σόφακας λέγεσθαι.” 1.242

Ἰσάκῳ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι γυναῖκα γνοὺς ἀγαγέσθαι πατὴρ Ἅβραμος Ῥεβέκκαν Ναχώρου παιδὸς θυγατέρα τἀδελφοῦ τὸν πρεσβύτατον πέμπει τῶν οἰκετῶν ἐπὶ τὴν μνηστείαν ἐνδησάμενος μεγάλαις πίστεσι. 1.243γίνονται δὲ αὗται τοῦτον τὸν τρόπον· ὑπὸ τοὺς μηροὺς ἀλλήλοις τὰς χεῖρας ἐπαγαγόντες ἔπειτα ἐπικαλοῦνται τὸν θεὸν μάρτυρα τῶν ἐσομένων. ἔπεμπε δὲ καὶ δῶρα τοῖς ἐκεῖ διὰ τὸ σπάνιον μηδʼ ὅλως ἐπιχωριάζειν ἐκτετιμημένα. 1.244οὗτος ἀπερχόμενος χρόνῳ διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν, χειμῶνι μὲν ὑπὸ πηλῶν βάθους, θέρους δʼ ὑπὸ ἀνυδρίας, ἔτι δὲ καὶ λῃστηρίων ὄντων ἐν αὐτῇ, διαφυγεῖν οὐκ ἐνῆν μὴ προνοοῦσι τούτου τοῖς ὁδεύουσιν, εἰς πόλιν ἀφικνεῖται Κάρραν καὶ γενόμενος ἐν τοῖς προαστείοις παρθένοις ἐντυγχάνει πλείοσιν ἐφʼ ὕδωρ βαδιζούσαις· 1.245εὔχεται μὲν οὖν τῷ θεῷ Ῥεβέκκαν, ἣν τῷ παιδὶ Ἅβραμος μνηστευσόμενον ἐξαπέστειλεν, εἰ κατὰ νοῦν τὸν αὐτοῦ μέλλει γάμος οὗτος συντελεῖσθαι, ἐν ἐκείναις εὑρεθῆναι γνωρισθῆναι τε αὐτὴν τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης. 1.246

Καὶ μὲν ἐπὶ ταύτης ὢν τῆς διανοίας ἐπὶ τὸ φρέαρ παραγίνεται καὶ παρακαλεῖ τὰς παρθένους ποτὸν αὐτῷ παρασχεῖν· τῶν δʼ ἐκτρεπομένων ὡς χρῃζουσῶν οἴκαδε κομίζειν, ἀλλʼ οὐκ ἐκείνῳ παρασχεῖν, καὶ γὰρ οὐδʼ εὔληπτον εἶναι τὸ ὕδωρ, μία ἐξ ἁπασῶν ἐκείναις τε τῆς πρὸς τὸν ξένον ἐπιπλήττει δυσκολίας, τίνος ἄλλου κοινωνήσειν πρὸς ἀνθρώπους αὐτάς ποτε, αἳ μηδʼ ὕδατος μετέδοσαν λέγουσα, καὶ παρέχει αὐτῷ φιλοφρόνως. 1.247 δὲ ἐν ἐλπίδι μὲν τῶν ὅλων γενόμενος, βουλόμενος δὲ τὴν ἀλήθειαν μαθεῖν, ἐπῄνει τε τῆς εὐγενείας αὐτὴν καὶ τῆς χρηστότητος, ὅτι καὶ μετʼ οἰκείου πόνου τοῖς δεομένοις ἐπαρκεῖν οὐκ ἔφυγεν, ἐπυνθάνετό τε τίνων εἴη γονέων καὶ κατεύχεται αὐτοῖς ὄνησιν τοιαύτης παιδὸς καίνυμφεύσειαν, φησίν, ὡς αὐτοῖς ἐστι κεχαρισμένον, εἰς οἶκον ἀνδρὸς ἀγαθοῦ παῖδας 1.248αὐτῷ τεξομένην γνησίους.” δὲ οὐδὲ τούτων ἐφθόνησεν αὐτῷ βουλομένῳ μαθεῖν, ἀλλὰ καὶ τὸ γένος ἀπεσήμαινε καὶῬεβέκκα μέν, φησίν, ἐγὼ καλοῦμαι, πατὴρ δέ μοι Βαθουῆλος ἦν· ἀλλʼ μὲν ἤδη τέθνηκε, Λάβανος δὲ ἀδελφός ἐστιν ἡμέτερος τοῦ τε οἴκου παντὸς σὺν τῇ μητρὶ προνοούμενος καὶ τῆς ἐμῆς παρθενίας ἐπιμελόμενος.” 1.249τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ τῆς ἐπὶ τῷ πιεῖν χάριτος ἀμοιβὴν εἶναι καὶ γέρας, δίκαιον λέγων τοιούτων αὐτὴν τυγχάνειν ἀγαθὴν παρὰ τὰς τοσαύτας παρθένους γενομένην. 1.250ἠξίου τε παρʼ αὐτοῖς καταχθῆναι τοῦ προσωτέρω χωρεῖν τῆς νυκτὸς αὐτὸν ἀφαιρουμένης, κόσμον τε φέρων γυναικεῖον πολυτελῆ πιστεύειν αὐτὸν οὐκ ἀσφαλεστέροις ἔφασκεν τούτοις, οἷς αὐτὸς ἐπειράθη. τεκμαίρεσθαι δὲ καὶ τὴν τῆς μητρὸς καὶ τἀδελφοῦ φιλανθρωπίαν αὐτῆς ἔλεγεν, ὡς οὐ δυσχερανοῦσιν, ἐκ τῆς περὶ αὐτὴν ἀρετῆς· οὐδὲ γὰρ ἔσεσθαι βαρὺς μισθόν τε τῆς φιλοξενίας τελέσας καὶ δαπάναις ἰδίαις χρησάμενος. 1.251 δὲ περὶ μὲν τῆς τῶν γονέων φιλανθρωπίας αὐτῆς ὀρθῶς εἰκάζειν αὐτὸν εἶπεν, ἐπεμέμφετο δὲ ὡς μικρολόγους ὑπειληφότα· πάντων γὰρ ἀμισθὶ μεθέξειν. δηλώσασα μέντοι Λαβάνῳ πρότερον τἀδελφῷ συγχωροῦντος ἄξειν αὐτὸν ἔλεγεν. 1.252

Ὡς οὖν τούτου γενομένου παρῆγε τὸν ξένον, τὰς μὲν καμήλους αὐτοῦ παραλαμβάνοντες οἱ Λαβάνου θεράποντες ἐτημέλουν, αὐτὸς δὲ δειπνήσων εἰσήγετο σὺν αὐτῷ καὶ μετὰ τὸ δεῖπνόν φησι πρός τε αὐτὸν καὶ τὴν μητέρα τῆς κόρης· “Ἅβραμος Θέρρου μέν ἐστιν υἱός, συγγενὴς δʼ ὑμέτερος· Ναχώρης γὰρ τούτων, γύναι, τῶν παίδων πάππος ἀδελφὸς ἦν Ἁβράμου ὁμοπάτριός τε καὶ ὁμομήτριος. 1.253πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον, ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος. τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι, τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον. 1.254οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε· κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον. ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην, παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν, δὴ γέγονε. 1.255γάμον οὖν ὑπὸ θείας μνηστευόμενον ἐπιφανείας καὶ ὑμεῖς κυρώσατε καὶ Ἅβραμον τὸν μετὰ τοσαύτης ἀπεσταλκότα σπουδῆς τῷ κατανεῦσαι τὴν κόρην τιμήσατε.” οἱ δὲ, καλὰ γὰρ ἦν αὐτοῖς καὶ κεχαρισμένα, τήν τε γνώμην τοῦ θεοῦ συνῆκαν καὶ πέμπουσιν ἐφʼ οἷς ἠξίου τὴν θυγατέρα. γαμεῖ δὲ ταύτην Ἴσακος τῶν πραγμάτων εἰς αὐτὸν ἀφικομένων· οἱ γὰρ ἐκ τῆς Κατούρας εἰς τὰς ἀποικίας ἐξεληλύθεισαν. 1.256

Τελευτᾷ δὲ καὶ Ἅβραμος μετʼ ὀλίγον, ἀνὴρ πᾶσαν ἀρετὴν ἄκρος καὶ τῆς περὶ αὐτὸν σπουδῆς ἀξίως ὑπὸ τοῦ θεοῦ τετιμημένος. ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν ἑβδομηκονταπέντε πρὸς τοῖς ἑκατὸν καὶ θάπτεται ἐν Νεβρῶνι μετὰ τῆς γυναικὸς Σάρρας ὑπὸ τῶν παίδων Ἰσάκου καὶ Ἰσμαήλου. 1.257

Ἰσάκῳ δὲ μετὰ τὴν Ἁβράμου τελευτὴν ἐκύει τὸ γύναιον, καὶ τῆς γαστρὸς ἐπὶ μεῖζον ὀγκουμένης ἀγωνιάσας ἀνήρετο τὸν θεόν. φράζει δʼ αὐτῷ διδύμους τέξεσθαι τὴν Ῥεβέκκαν καὶ φερώνυμα ἔσεσθαι τοῖς παισὶν ἔθνη, τοῦ δὲ μείζονος προτερήσειν τὸ δοκοῦν ἔλασσον εἶναι. 1.258τίκτεται δʼ αὐτῷ μετʼ ὀλίγον κατὰ πρόρρησιν τοῦ θεοῦ δίδυμα παιδία, ὧν τὸ μὲν πρεσβύτερον ἀπὸ κεφαλῆς ἐπὶ τοὺς πόδας περισσῶς ἦν δασύ, τὸ δὲ νεώτερον εἴχετο προϊόντος αὐτοῦ κατὰ πτέρναν. ἠγάπα δὲ μὲν πατὴρ τὸν πρεσβύτερον Ἠσαῦ λεγόμενον κατʼ ἐπωνυμίαν τῆς τριχώσεως· Ἑβραῖοι γὰρ τὸ ἤσαυρον τρίχωμα λέγουσιν· Ἰάκωβος δὲ νεώτερος τῇ μητρὶ προσφιλὴς ἦν. 1.259

Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δʼ αὐτὸν βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατʼ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη. 1.260ὁρῶν γὰρ τὸν θεὸν τῷ Ἰσάκῳ συμπαρόντα καὶ τοσαύτῃ περὶ αὐτὸν σπουδῇ χρώμενον ἀπώσατο αὐτόν. δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δʼ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ βουληθέντος φιλονικεῖν ἔδοξαν κεκρατηκέναι. 1.261ὑποχωρήσας δὲ ὤρυσσεν ἕτερον, καὶ βιασαμένων ἄλλων τινῶν Ἀβιμελέχου ποιμένων καὶ τοῦτο καταλιπὼν ἀπεχώρησεν εὐγνώμονι λογισμῷ κτώμενος αὑτῷ τὴν ἄδειαν. 1.262εἶτα αὐτομάτου παρασχόντος αὐτῷ τὴν φρεωρυχίαν ἀνεπικώλυτον, Ῥοωβὼθ τὸ φρέαρ ὠνόμασεν· εὐρύχωρον ἀποσημαίνει τὸ ὄνομα. τῶν δὲ προτέρων τὸ μὲν Ἔσκον καλεῖται· μάχην ἄν τις αὐτὸ φήσειε· τὸ δʼ ἕτερον Σύαιναν· ἔχθραν ἀποσημαίνει τὸ ὄνομα. 1.263

Ἰσάκῳ μὲν οὖν ἀκμάζειν συνέβαινε τὴν ἰσχὺν ὑπὸ μεγέθους πραγμάτων, Ἀβιμέλεχος δὲ κατʼ αὐτοῦ φύεσθαι νομίζων τὸν Ἴσακον, ὑπόπτου μὲν αὐτοῖς καὶ τῆς συνδιαιτήσεως γενομένης, ἐπʼ οὐ φανερᾷ δὲ ἔχθρᾳ τοῦ Ἰσάκου ὑπεκστάντος, δείσας μὴ τῆς προτέρας αὐτῷ φιλίας οὐδὲν ὄφελος γένηται πρὸς ἄμυναν ὧν ἔπαθεν Ἰσάκου τραπέντος φιλίαν ἄνωθεν ποιεῖται πρὸς αὐτὸν ἕνα τῶν στρατηγῶν Φίλοχον ἐπαγόμενος. 1.264πάντων δὲ τετυχηκὼς ὧν ἠξίου διὰ τὴν Ἰσάκου χρηστότητα ὀργῆς προσφάτου πρεσβυτέραν χάριν εἰς αὐτόν τε καὶ τὸν πατέρα γεγενημένην προτιμῶντος ἀπῆρεν εἰς τὴν ἑαυτοῦ. 1.265

Τῶν δὲ Ἰσάκου παίδων Ἡσαῦς, περὶ ὃν μάλιστα πατὴρ ἐσπουδάκει, τεσσαράκοντα γεγονὼς ἔτη γαμεῖ Ἄδαν τὴν Ἥλωνος καὶ Ἀλιβάμην τὴν Εὐσεβεῶνος δυναστευόντων ἐν Χαναναίοις ἀνδρῶν θυγατέρας, ἑαυτὸν ποιήσας τῆς περὶ τὸν γάμον ἐξουσίας κύριον καὶ μηδὲ τῷ πατρὶ συμβουλευσάμενος· 1.266οὐδὲ γὰρ ἂν ἐπέτρεψεν Ἴσακος ἐπʼ αὐτῷ τῆς γνώμης γενομένης· οὐ γὰρ ἦν αὐτῷ διʼ ἡδονῆς συνάψασθαι συγγένειαν πρὸς τοὺς ἐπιχωρίους. οὐ βουλόμενος δὲ ἀπεχθὴς εἶναι τῷ παιδὶ κελεύων ἀφίστασθαι τῶν γυναικῶν σιγᾶν ἔκρινε. 1.267

Γηραιὸς δὲ ὢν καὶ τὰς ὄψεις εἰς τὸ παντελὲς ἠφανισμένος προσκαλεσάμενος τὸν Ἡσαῦν καὶ τὸ γῆρας εἰπὼν ὡς καὶ δίχα τῆς πηρώσεως καὶ τοῦ κατὰ τὰς ὄψεις πάθους ἐμποδὼν ἦν αὐτῷ θεραπεύειν 1.268 τὸν θεὸν ἐκέλευσεν ἐξελθεῖν ἐπὶ κυνηγέσιον καὶ θηρασάμενον ὅσα ἂν αὐτῷ δυνατὸν γίνηται παρασκευάσαι δεῖπνον, ἵνα μετὰ τοῦτο ἱκετεύσῃ τὸν θεὸν σύμμαχον αὐτῷ καὶ συνεργὸν εἰς ἅπαντα παρεῖναι τὸν βίον, ἄδηλον μὲν εἶναι λέγων, ὁπότε καὶ τελευτήσειε, πρὸ δὲ τούτου παρασχεῖν αὐτῷ βούλεσθαι τὸν θεὸν ταῖς εὐχαῖς ταῖς ὑπὲρ αὐτοῦ παρακεκλημένον. 1.269

Καὶ Ἡσαῦς μὲν ἐπὶ τὸ κυνηγέσιον ἐξώρμησεν· δὲ Ῥεβέκκα τὸν θεὸν εἰς τὴν εὔνοιαν ἀξιοῦσα τὴν Ἰακώβου παρακαλεῖν καὶ παρὰ τὴν Ἰσάκου γνώμην ἐκέλευσεν αὐτὸν ἐρίφους κατασφάξαντα δεῖπνον παρασκευάζειν. δὲ Ἰάκωβος ὑπηρέτει τῇ μητρὶ πάντα παρʼ αὐτῆς πεπυσμένος· 1.270ἐπεὶ δʼ εὐτρεπὲς ἦν τὸ δεῖπνον, ἐρίφου δέρματι τὸν βραχίονα περιβαλών, ἵνα πιστεύοιτο παρὰ τῷ πατρὶ διὰ τὴν δασύτητα Ἡσαῦς εἶναι, τὰ γὰρ ἄλλα πάντʼ ὢν ὅμοιος διὰ τὸ εἶναι δίδυμος τούτῳ μόνῳ διέφερε, καὶ φοβηθεὶς μὴ πρὶν γενέσθαι τὰς εὐχὰς εὑρεθεὶς κακουργῶν εἰς τοὐναντίον παροξύνῃ τὸν πατέρα ποιήσασθαι ταύτας, προσέφερε τῷ πατρὶ τὸ δεῖπνον. 1.271καὶ Ἴσακος ἐπαισθόμενος τῷ κατὰ τὴν φωνὴν ἰδίῳ προσκαλεῖται τὸν υἱόν· τοῦ δὲ τὸν βραχίονα προτείναντος, τὴν αἰγέαν περιβέβλητο, ταύτης ἐπαφώμενοςφωνεῖς μέν, εἶπεν, Ἰακώβῳ παραπλήσιον, κατὰ δὲ τὸ 1.272τῆς τριχὸς βάθος Ἡσαῦς εἶναί μοι δοκεῖς.” καὶ μηδὲν ὑπολαβὼν κακοῦργον δειπνήσας τρέπεται πρὸς εὐχὰς καὶ παράκλησιν τοῦ θεοῦδέσποτα, λέγων, παντὸς αἰῶνος καὶ δημιουργὲ τῆς ὅλης οὐσίας· σὺ γὰρ πατρὶ τῷ ἐμῷ μεγάλην ἰσχὺν προύθηκας ἀγαθῶν κἀμὲ τῶν παρόντων ἠξίωσας καὶ τοῖς ἐξ ἐμοῦ γενομένοις ὑπέσχου βοηθὸς εὐμενὴς καὶ δοτὴρ ἀεὶ τῶν κρειττόνων ἔσεσθαι· 1.273ταῦτʼ οὖν καὶ βεβαίωσον καὶ μὴ περιίδῃς με διὰ τὴν παροῦσαν ἀσθένειαν, διʼ ἣν καὶ μᾶλλόν σου δεόμενος τυγχάνω, καί μοι παῖδα τοῦτον εὐμενὴς σῶζε καὶ παντὸς ἀπαθῆ κακοῦ διαφύλαττε δοὺς αὐτῷ βίον εὐδαίμονα καὶ κτῆσιν ἀγαθῶν, ὅσων σοι δύναμις παρασχεῖν, ποιήσας δʼ αὐτὸν φοβερὸν μὲν ἐχθροῖς φίλοις δὲ τίμιον καὶ κεχαρισμένον.” 1.274

Καὶ μὲν νομίζων εἰς Ἡσαῦν ποιεῖσθαι τὰς εὐχὰς παρεκάλει τὸν θεόν· ἄρτι δὲ πέπαυτο τούτων καὶ παρῆν Ἡσαῦς ἀπὸ τῆς θήρας. καὶ τῆς διαμαρτίας Ἴσακος αἰσθόμενος ἡσυχίαν ἄγει, Ἡσαῦς δὲ ἠξίου τῶν ὁμοίων τἀδελφῷ παρὰ τοῦ πατρὸς τυγχάνειν· 1.275τοῦ δὲ πατρὸς ἀρνουμένου διὰ τὸ πάσας εἰς Ἰάκωβον τὰς εὐχὰς ἀνηλωκέναι πένθος ἦγεν ἐπὶ τῇ διαμαρτίᾳ. καὶ αὐτοῦ τοῖς δάκρυσιν ἀχθόμενος πατὴρ τὰ μὲν περὶ τὸ κυνηγέσιον καὶ δύναμιν σώματος ἐν ὅπλοις καὶ πᾶσιν ἔργοις εὐδοκιμήσειν αὐτὸν ἔφασκε καὶ καρπώσεσθαι τὴν ἐπʼ αὐτοῖς δόξαν διʼ αἰῶνος καὶ τὸ ἀπʼ αὐτοῦ γένος, δουλεύσειν δὲ τἀδελφῷ. 1.276

Ἰάκωβον δὲ φοβούμενον τὸν ἀδελφὸν τιμωρίαν βουλόμενον λαβεῖν τῆς ἐπὶ ταῖς εὐχαῖς διαμαρτίας μήτηρ ῥύεται· πείθει γὰρ τὸν ἄνδρα Μεσοποταμίαν ἀγαγέσθαι τῷ Ἰακώβῳ γυναῖκα συγγενῆ. 1.277ἤδη γὰρ τὴν Ἰσμαήλου παῖδα Ἡσαῦς παρειλήφει πρὸς γάμον Βασεμάθην· οὐ γὰρ εὐνόουν τοῖς Χαναναίοις οἱ περὶ τὸν Ἴσακον, ὥστε ἐπὶ τοῖς πρότερον αὐτοῦ γάμοις δυσχερῶς διακειμένων εἰς τὸ ἐκείνοις κεχαρισμένον τὴν Βασεμάθην παρέλαβεν μάλιστα περὶ αὐτὴν σπουδάσας. 1.278

Ἰάκωβος δὲ εἰς τὴν Μεσοποταμίαν στελλόμενος ὑπὸ τῆς μητρὸς κατὰ γάμον τῆς Λαβάνου θυγατρὸς τοῦ ἐκείνης ἀδελφοῦ, ἐπιτρέψαντος Ἰσάκου τὸν γάμον διὰ τὸ πείθεσθαι τοῖς βουλήμασι τῆς γυναικὸς διὰ τῆς Χαναναίας ἐπορεύετο καὶ διὰ τὸ πρὸς τοὺς ἐπιχωρίους μῖσος παρʼ οὐδένα μὲν ἠξίου κατάγεσθαι, 1.279ὑπαίθριος δὲ ηὐλίζετο τὴν κεφαλὴν λίθοις ὑπʼ αὐτοῦ συμφορουμένοις ἐπιτιθεὶς καὶ τοιαύτην κατὰ τοὺς ὕπνους ὄψιν ὁρᾷ παραστᾶσαν αὐτῷ· κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν καὶ διʼ αὐτῆς ὄψεις κατιούσας σεμνότερον κατὰ ἀνθρώπου φύσιν ἐχούσας, καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους. 1.280Ἰάκωβε, πατρὸς ὄντα σε ἀγαθοῦ καὶ πάππου δόξαν ἀρετῆς μεγάλης εὑραμένου κάμνειν ἐπὶ τοῖς παροῦσιν οὐ προσῆκεν, ἀλλʼ ἐλπίζειν τὰ κρείττονα· 1.281καὶ γὰρ ἄφθονος ἐκδέξεταί σε μεγάλων ἀγαθῶν παρουσία πρὸς τὸ πᾶν κατὰ τὴν ἐμὴν ἐπικουρίαν. Ἅβραμόν τε γὰρ ἐγὼ ἐκ τῆς Μεσοποταμίας δεῦρο ἤγαγον ἐλαυνόμενον ὑπὸ τῶν συγγενῶν, καὶ πατέρα τὸν σὸν εὐδαίμονα ἀπέφηνα· ὧν οὐχ ἥττω μοῖραν εἰς σὲ καταθήσομαι· 1.282θαρρῶν οὖν καὶ ταύτην πορεύου τὴν ὁδὸν ἐμοὶ προπομπῷ χρώμενος· ἀνυσθήσεται γάρ σοι γάμος, ἐφʼ ὃν ἐσπούδακας, καὶ γενήσονταί σοι παῖδες ἀγαθοί, τὸ δὲ πλῆθος αὐτῶν ἀριθμοῦ κρεῖττον ἔσται, μείζοσιν υἱοῖς αὐτῶν καταλιμπάνοντες· οἷς ἐγὼ τὸ ταύτης κράτος τῆς γῆς δίδωμι καὶ παισὶ τοῖς αὐτῶν, οἳ πληρώσουσιν ὅσην ἥλιος ὁρᾷ καὶ γῆν καὶ θάλασσαν. 1.283ἀλλὰ μήτε κίνδυνον ὑφορῶ μηδένα μήτʼ εὐλαβοῦ τὸ πλῆθος τῶν πόνων ἐμοῦ ποιουμένου τῶν σοὶ πραχθησομένων πρόνοιαν ἔν τε τοῖς νῦν καὶ πολὺ πλέον ἐν τοῖς ὕστερον.” 1.284

Ταῦτα μὲν οὖν θεὸς Ἰακώβῳ προαγορεύει· δὲ περιχαρὴς γενόμενος ἐπὶ τοῖς ἑωραμένοις καὶ κατηγγελμένοις φαιδρύνει τε τοὺς λίθους ὡς τηλικούτων ἀγαθῶν ἐπʼ αὐτοῖς προρρήσεως γεγενημένης καὶ εὐχὴν ποιεῖται θύσειν ἐπʼ αὐτῶν, εἰ κτησάμενος βίον ἀπαθὴς ἐπανίοι, τῷ θεῷ δεκάτην τῶν πεπορισμένων ποιεῖσθαι οὕτως ἀφικόμενος, τίμιόν τε κρίνει τὸ χωρίον ὄνομα αὐτῷ Βηθὴλ θέμενος, σημαίνει δὲ τοῦτο θείαν ἑστίαν κατὰ τὴν τῶν Ἑλλήνων γλῶτταν. 1.285

Προϊὼν δὲ ἐπὶ τῆς Μεσοποταμίας χρόνῳ παρῆν εἰς τὴν Χαρράν, καὶ ποιμένας ἐν τοῖς προαστείοις καταλαβὼν καὶ παῖδας ἐφήβους καὶ παρθένους ὑπέρ τινος ἱδρυμένους φρέατος συνδιέτριβεν αὐτοῖς χρῄζων ποτοῦ εἴς τε λόγους αὐτοῖς ἀφικνούμενος ἀνέκρινεν αὐτούς, εἰ τυγχάνουσι Λάβανόν τινα παρʼ αὐτοῖς εἰδότες ἔτι περιόντα. 1.286οἱ δὲ πάντες ἐπίστασθαί τε ἔφασαν, οὐ γὰρ εἶναι τοιοῦτον ὥστε ἀγνοεῖσθαι, καὶ συμποιμαίνειν αὐτοῖς θυγατέρα αὐτοῦ, ἣν θαυμάζειν ὅτι μήπω παρείη· παρὰ γὰρ ταύτης μεμαθήκεις ἂν ἀκριβέστερον ὅσα περὶ αὐτῶν ἀκοῦσαι ποθεῖς.” ταῦτα δʼ αὐτῶν ἔτι λεγόντων παρῆν παῖς σὺν τοῖς ἐπικατιοῦσι τῶν ποιμένων. 1.287καὶ δεικνύουσι τὸν Ἰάκωβον αὐτῇ λέγοντες, ὡς ξένος οὗτος ἥκοι τὰ περὶ τοῦ πατρὸς αὐτῆς ἀναπυνθανόμενος. δὲ ἡσθεῖσα ὑπὸ νηπιότητος τῇ παρουσίᾳ τοῦ Ἰακώβου ἀνέκρινεν αὐτόν, τίς τε ὢν καὶ πόθεν ἥκοι πρὸς αὐτοὺς καὶ ὑπὸ τίνος χρείας ἠγμένος, ηὔχετο δὲ δυνατὸν εἶναι αὐτοῖς παρέχειν ὧν ἀφικνεῖται δεόμενος. 1.288

Ἰάκωβος δὲ οὐχ ὑπὸ τῆς συγγενείας οὐδὲ τῆς διὰ ταύτην εὐνοίας, ἀλλʼ ἔρωτι τῆς παιδὸς ἡττηθεὶς ἐκπέπληκτό τε τοῦ κάλλους ὁρῶν οὕτως ἔχουσαν, ὡς ὀλίγαι τῶν τότε γυναικῶν ἤνθουν, καὶ φησίν· “ἀλλʼ ἐμοὶ πρὸς σὲ καὶ πατέρα τὸν σόν, εἴπερ Λαβάνου παῖς τυγχάνεις, οἰκειότης ἐστὶ πρεσβυτέρα τῆς τε σῆς καὶ ἐμῆς γενέσεως· 1.289ἐκ Θάρρου γὰρ Ἅβραμος καὶ Ἀρράνης καὶ Ναχώρης ἦσαν υἱοί, ὧν Βαθουῆλος σὸς πάππος Ναχώρου γίνεται παῖς, Ἁβράμου δὲ καὶ τῆς Ἀρράνου Σάρρας Ἴσακος ἐμὸς πατήρ. ἔγγιον δὲ καὶ νεώτερον τοῦθʼ ἡμεῖς τῆς συγγενείας ὁμήρευμα ἔχομεν πρὸς ἀλλήλους· 1.290Ῥεβέκκα γὰρ μήτηρ ἐμὴ Λαβάνου πατρὸς τοῦ σοῦ ἀδελφὴ πατρός τε τοῦ αὐτοῦ καὶ μητρός, ἀνεψιοὶ δʼ ἐσμὲν ἡμεῖς ἐγώ τε καὶ σύ. καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν 1.291 ἡμῖν συγγένειαν ἀνανεωσόμενος.” δὲ ὑπὸ μνήμης, ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις, προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον, 1.292καὶ κατασπασαμένη τὴν εὐκταιοτάτην καὶ μεγίστην ἡδονὴν αὐτὸν κομίσαι τῷ πατρὶ καὶ τοῖς ἐπὶ τῆς οἰκίας ἅπασιν ἔλεγεν ἐπὶ τῇ μνήμῃ τῆς μητρὸς αὐτοῦ κειμένῳ καὶ πρὸς μόνῃ ταύτῃ τυγχάνοντι· φανεῖσθαι δʼ αὐτῷ παντὸς ἀντάξιον ἀγαθοῦ. χωρεῖν τε ἐκέλευεν ἤδη πρὸς τὸν πατέρα καὶ ἕπεσθαι πρὸς αὐτὸν ἡγουμένῃ καὶ τῆς ἡδονῆς μὴ ἀφαιρεῖσθαι τὸ πλέον αὐτὸν βραδύνοντα. 1.293

Ταῦτʼ εἰποῦσα παρῆγεν αὐτὸν πρὸς τὸν Λάβανον, καὶ γνωρισθεὶς ὑπὸ τοῦ μήτρωος αὐτός τε ἀδεὴς ἦν ἐν φίλοις γενόμενος κἀκείνοις πολλὴν ἡδονὴν παρεῖχεν ἀδοκήτως ἐπιφανείς. 1.294μετὰ δὲ οὐ πολλὰς ἡμέρας Λάβανος χαίρειν μὲν ἐπʼ αὐτῷ παρόντι μειζόνως ὡς τῷ λόγῳ δηλώσειεν ἔλεγε, τὴν δʼ αἰτίαν διʼ ἣν ἀφῖκται μητέρα τε καὶ πατέρα πρεσβύτας καταλιπὼν καὶ θεραπείας τῆς παρʼ αὐτοῦ δεομένους ἀνεπυνθάνετο· παρέξειν γὰρ αὐτῷ καὶ πρὸς ἅπασαν ἐπαμύνειν χρείαν. 1.295Ἰάκωβος δὲ πᾶσαν αὐτῷ τὴν αἰτίαν διηγεῖτο λέγων Ἰσάκῳ γενέσθαι παῖδας διδύμους αὐτόν τε καὶ Ἡσαῦν, ὃν ἐπεὶ τῶν τοῦ πατρὸς εὐχῶν διήμαρτε σοφίᾳ τῆς μητρὸς εἰς αὐτὸν γενομένων, ἀποκτεῖναι ζητεῖν αὐτὸν ὡς ἀφῃρημένον τῆς παρὰ τοῦ θεοῦ βασιλείας καὶ ἀγαθῶν ὧν πατὴρ ηὔξατο. 1.296ταύτην τε εἶναι τὴν αἰτίαν τῆς ἐνθάδε παρουσίας κατὰ τὴν τῆς μητρὸς ἐντολήν· πᾶσί τε γὰρ ἡμῖν ἀδελφοὶ τυγχάνουσι καὶ πλέον τοῦ κατʼ ἐκείνους συγγενοῦς μήτηρ προσλαμβάνει. ἔρυμα δὲ τῆς ἐμῆς, φησίν, ἀποδημίας σέ τε καὶ τὸν θεὸν ποιούμενος θαρρῶ τοῖς παροῦσι.” 1.297

Λάβανος δὲ καὶ διὰ τοὺς προγόνους ὑπισχνεῖται πάσης αὐτῷ μεταδώσειν φιλανθρωπίας καὶ διὰ τὴν μητέρα, πρὸς ἣν τὴν εὔνοιαν διὰ τῆς περὶ αὐτὸν σπουδῆς ἐνδείξεσθαι καὶ μὴ παρούσης· ποιμνίων τε γὰρ αὐτὸν ἐπιμελητὴν καταστήσειν ἔφασκε καὶ προνομῆς ἀντὶ τούτων ἀξιώσειν, καὶ πρὸς τοὺς ἰδίους ἀπαλλάττεσθαι γονεῖς βουλόμενον μετὰ δώρων ἐπανήξειν καὶ τιμῆς ὅσης εἰκὸς ἦν τυχεῖν τὸν οὕτω συγγενῆ. 1.298Ἰακώβου δὲ ἀσμένως ταῦτα ἀκούσαντος καὶ φήσαντος ἡδέως πάντα μένων παρʼ αὐτῷ πόνον εἰς ἡδονὴν ὑπομενεῖν τὴν ἐκείνου, μισθὸν δὲ ὑπὲρ τούτου λαβεῖν ἀξιοῦντος τὸν Ῥαχήλας γάμον διά τε τὰ ἄλλα τιμῆς ἀξίας παρʼ αὐτοῦ τυγχάνειν οὔσης, καὶ ὅτι διάκονος τῆς πρὸς αὐτὸν ἀφίξεως γένοιτο· γὰρ τῆς παιδὸς ἔρως αὐτὸν ἠνάγκασε ποιήσασθαι τοὺς περὶ τούτου λόγους. 1.299Λάβανος δὲ ἡσθεὶς τούτοις ἐπινεύει τὸν γάμον αὐτῷ τῆς παιδὸς οὐκ ἄλλον ἀμείνω γαμβρὸν εὐξάμενος ἐλθεῖν· εἰ μέντοι παρʼ αὐτῷ μένοι τινὰ χρόνον, τοῦτο ποιήσειν· εἰς γὰρ Χαναναίους οὐκ ἂν πέμψαι τὴν θυγατέρα· μεταμέλειν γὰρ αὐτῷ καὶ τοῦ τῆς ἀδελφῆς κήδους ἐκεῖ συναφθέντος. 1.300τοῦ δʼ Ἰακώβου τούτοις συγχωροῦντος ἑπτὰ ἐτῶν χρόνον συντίθεται· τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι τῷ πενθερῷ, ἵνα τῆς ἀρετῆς πεῖραν δοὺς ἐπιγνωσθῇ μᾶλλον τίς εἴη. καὶ προσδεξάμενος τὸν λόγον Λάβανος τοῦ χρόνου διελθόντος προυτίθει τὴν εὐωχίαν τῶν γάμων. 1.301νυκτὸς δʼ ἐπιγενομένης οὐδὲν προῃσθημένῳ τῷ Ἰακώβῳ παρακατακλίνει τὴν ἑτέραν τῶν θυγατέρων πρεσβυτέραν τε τῆς Ῥαχήλας καὶ τὴν ὄψιν οὐκ εὐπρεπῆ. συνελθὼν δʼ ἐκεῖνος ὑπὸ μέθης καὶ σκότους εἶτα μεθʼ ἡμέραν γνοὺς ἀδικίαν ἐπεκάλει Λαβάνῳ. 1.302 δὲ συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφʼ ἧς ταῦτα πράξειεν· οὐ γὰρ κατὰ κακουργίαν αὐτῷ τὴν Λείαν παρασχεῖν, ἀλλʼ ὑφʼ ἑτέρου μείζονος νενικημένον. τοῦτο μέντοι γʼ οὐδὲν ἐμποδίζειν πρὸς τὸν Ῥαχήλας γάμον, ἀλλʼ ἐρῶντι δώσειν ταύτην μετʼ ἄλλην ἑπταετίαν. πείθεται δʼ Ἰάκωβος, οὐδὲν γὰρ ἕτερον αὐτῷ ποιεῖν τῆς κόρης ἔρως ἐπέτρεπε, καὶ διελθούσης ἄλλης ἑπταετίας τὴν Ῥαχήλαν παρέλαβεν. 1.303

Ἦσαν δʼ ἑκατέραις θεραπαινίδες τοῦ πατρὸς δόντος Ζελφὰ μὲν Λείας Ῥαχήλας δὲ Βάλλα, δοῦλαι μὲν οὐδαμῶς ὑποτεταγμέναι δέ. καὶ τῆς Λείας ἥπτετο δεινῶς πρὸς τὴν ἀδελφὴν ἔρως τοῦ ἀνδρὸς προσεδόκα τε παίδων γενομένων ἔσεσθαι τιμία ἱκέτευέ τε τὸν θεὸν διηνεκῶς. 1.304καὶ γενομένου παιδὸς ἄρρενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἐπεστραμμένου τοῦ ἀνδρὸς Ῥούβηλον ὀνομάζει τὸν υἱόν, διότι κατʼ ἔλεον αὐτῇ τοῦ θεοῦ γένοιτο· τοῦτο γὰρ σημαίνει τὸ ὄνομα. τεκνοῦνται δὲ αὐτοῖς καὶ τρεῖς ἕτεροι μετὰ χρόνον· Σεμεών, ἀποσημαίνει δὲ τὸ ὄνομα τὸ ἐπήκοον αὐτῇ τὸν θεὸν γεγονέναι, εἶτα Λευίς, κοινωνίας οἷον βεβαιωτής, μεθʼ ὃν Ἰούδας, εὐχαριστίαν τοῦτο δηλοῖ. 1.305Ῥαχήλα δὲ φοβουμένη, μὴ διὰ τὴν εὐτεκνίαν τῆς ἀδελφῆς ἥττονος παρὰ τἀνδρὸς μοίρας τυγχάνῃ, παρακατακλίνει τῷ Ἰακώβῳ τὴν αὑτῆς θεραπαινίδα Βάλλαν. ἐγένετο δὲ παιδίον ἐξ αὐτῆς Δάν, θεόκριτον ἄν τινες εἴποιεν κατὰ τὴν Ἑλλήνων γλῶτταν· καὶ μετʼ αὐτὸν Νεφθάλεις, μηχανητὸς οἷον, διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. 1.306τὸ δʼ αὐτὸ καὶ Λεία ποιεῖ πρὸς τὸ τῆς ἀδελφῆς ἔργον ἀντιτεχνασαμένη· παρακατακλίνει γὰρ τὴν αὑτῆς θεράπαιναν γίνεταί τε καὶ ἐκ τῆς Ζελφῆς υἱὸς Γάδας, τυχαῖον ἄν τις καλέσειεν αὐτόν, καὶ μετʼ αὐτὸν Ἄσηρος, μακαριστὴς λέγοιτʼ ἂν ἐξ ὧν πρὸς εὔκλειαν προσελάμβανε. 1.307Ῥουβήλου δὲ τοῦ πρεσβυτάτου τῶν υἱῶν Λείας μανδραγόρου μῆλα κομίζοντος τῇ μητρί, Ῥαχήλα θεασαμένη παρακαλεῖ μεταδοῦναι διʼ ἐπιθυμίας τοῦ βρώματος γενομένη. τῆς δʼ οὐ πειθομένης, ἀρκεῖσθαι δʼ αὐτὴν ἀξιούσης, ὅτι τῆς τιμῆς αὐτὴν ἀφέλοιτο τῆς παρὰ τοῦ ἀνδρός, Ῥαχήλα πεπαίνουσα τὸν θυμὸν τῆς ἀδελφῆς παραχωρήσειν αὐτῇ τἀνδρὸς ἔλεγε κοιμησομένου παρʼ αὐτῇ κατʼ ἐκείνην τὴν ἑσπέραν. 1.308τῆς δὲ προσιεμένης τὴν χάριν Ἰάκωβος συγκαθεύδει τῇ Λείᾳ Ῥαχήλᾳ χαριζόμενος. πάλιν οὖν γίνονται παῖδες αὐτῇ, Ἰσσαχάρης μὲν σημαίνων τὸν ἐκ μισθοῦ γενόμενον, Ζαβουλὼν δὲ ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, θυγάτηρ δὲ Δεῖνα. χρόνοις δʼ ὕστερον καὶ Ῥαχήλᾳ γίνεται Ἰώσηπος υἱός· προσθήκην γενησομένου τινὸς δηλοῖ. 1.309

Τοῦτον ἅπαντα τὸν χρόνον, ἔτη δʼ ἐστὶν εἴκοσιν, ἐποίμαινε τῷ πενθερῷ· μετὰ τὸν δʼ ἠξίου τὰς γυναῖκας ἀναλαβὼν ἀπαλλάττεσθαι πρὸς αὑτόν· τοῦ δὲ πενθεροῦ μὴ συγχωροῦντος κρύφα τοῦτο ποιεῖν ἐπενόει. 1.310τῶν γυναικῶν οὖν ἀπεπειρᾶτο, πῶς ἔχοιεν πρὸς τὴν ἀποδημίαν, τῶν δʼ ἐχουσῶν ἡδέως Ῥαχήλα καὶ τοὺς τύπους τῶν θεῶν, οὓς σέβειν πατρίους ὄντας νόμιμον ἦν, συνανελομένη συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες καὶ αἱ θεραπαινίδες σὺν τοῖς υἱοῖς εἴ τέ τις ἦν κτῆσις αὐταῖς. 1.311ἐπήγετο δὲ Ἰάκωβος καὶ τῶν βοσκημάτων τὴν ἡμίσειαν Λαβάνου μὴ προεγνωκότος. τοὺς δὲ τύπους ἐπεφέρετο τῶν θεῶν Ῥαχήλα καταφρονεῖν μὲν τῆς τοιαύτης τιμῆς τῶν θεῶν διδάξαντος αὐτὴν Ἰακώβου, ἵνα δʼ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν. 1.312

Λάβανος δὲ μεθʼ ἡμέραν πρώτην γνοὺς τήν τε Ἰακώβου ἀναχώρησιν καὶ τῶν θυγατέρων δεινοπαθῶν ἤλαυνεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἐπειγόμενος, καὶ καθʼ ἑβδόμην ἡμέραν ἐπί τινος λόφου λαμβάνει προκαθιδρυμένους. 1.313καὶ τότε μέν, ἑσπέρα γὰρ ἦν, ἡσύχαζεν· ὄναρ δὲ θεὸς ἐπιστὰς αὐτῷ παρῄνεσε λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν καὶ μηδὲν εἰς αὐτοὺς ὑπὸ θυμοῦ τολμᾶν, σπονδὰς δὲ ποιεῖσθαι πρὸς Ἰάκωβον, αὐτὸς λέγων ἐκείνῳ συμμαχήσειν, εἰ καταφρονήσας αὐτοῦ τῆς ὀλιγότητος χωρήσειεν αὐτῷ διὰ μάχης. 1.314Λάβανος δὲ τοιαύτης αὐτῷ προρρήσεως γεγενημένης μεθʼ ἡμέραν τὸν Ἰάκωβον εἰς λόγους προκαλεσάμενος καὶ δηλώσας αὐτῷ τὸ ὄναρ, ἐπεὶ πρὸς αὐτὸν ἦλθε πεισθείς, ἤρξατο κατηγορεῖν αὐτοῦ προφέρων, ὅτι καὶ πένητα αὐτὸν ἐλθόντα πρὸς αὐτὸν καὶ πάντων ἄπορον ὑπεδέξατο καὶ παράσχοι πᾶσαν ἀφθονίαν τῆς αὑτοῦ κτήσεως· καὶ γὰρ καὶ θυγατέρας ἐμὰς συνέζευξα τὴν εὔνοιάν σου τὴν πρὸς ἡμᾶς τούτοις αὐξήσεσθαι λογιζόμενος. 1.315σὺ δὲ οὔτε τῆς μητρὸς τῆς σαυτοῦ καὶ ἧς ἔχεις πρὸς ἐμὲ συγγενείας οὔτε γυναικῶν ἃς ἔγημας αἰδῶ ποιησάμενος, οὐδὲ τέκνων ὧν εἰμι πάππος φροντίσας, ἐχρήσω μοι πολέμου νόμῳ, κτῆσιν μὲν ἄγων τὴν ἐμὴν θυγατέρας δὲ ἀναπείσας ἀποδρᾶναι τὸν γεγεννηκότα, 1.316ἱερά τε πάτρια βαστάσας οἴχῃ φερόμενος ὑπό τε τῶν ἐμῶν τιμηθέντα προγόνων καὶ ὑπʼ ἐμοῦ θρησκείας τῆς αὐτῆς ἐκείνοις ἀξιωθέντα· καὶ ταῦτα μηδὲ οἱ πολεμήσαντες τοὺς ἐχθροὺς ἔδρασαν συγγενὴς σὺ καὶ τῆς μὲν ἀδελφῆς τῆς ἐμῆς υἱός, θυγατέρων δὲ τῶν ἐμῶν ἀνήρ, ξένος δὲ καὶ ἐφέστιος τῆς ἐμῆς οἰκίας γεγενημένος ἔδρασας.” 1.317ταῦτα εἰπόντος Λαβάνου Ἰάκωβος ἀπελογεῖτο μὴ μόνῳ πατρίδος ἔρωτα τὸν θεόν, ἀλλὰ καὶ πᾶσιν ἐμφῦσαι, καὶ μετὰ τοσοῦτον χρόνον καλῶς ἔχειν αὐτὸν κατελθεῖν εἰς ταύτην. 1.318ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς, φησίν, ἀδικῶν αὐτὸς ἂν εὑρεθείης ἐπʼ ἄλλῳ κριτῇ· ὑπὲρ γὰρ ἧς ἐχρῆν σε χάριν ἡμῖν ἔχειν καὶ φυλαχθείσης ὑφʼ ἡμῶν καὶ πλείονος γεγενημένης, ὑπὲρ ταύτης πῶς οὐ διαμαρτάνεις τῶν δικαίων χαλεπαίνων ἐμοί, εἰ μοῖραν αὐτῆς ὀλίγην λαβόντες ἔχομεν. περὶ μέντοι γε τῶν θυγατέρων ἴσθι μὴ κατʼ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν, ἀλλὰ κατʼ εὔνοιαν δικαίαν, ἣν γυναιξὶ γαμεταῖς πρὸς τοὺς συνοικοῦντας εἶναι συμβέβηκεν· ἕπονται τοίνυν οὐχ ὡς ἐμοὶ τοσοῦτον, 1.319ὅσον τοῖς παισὶν αὐτῶν.” καὶ ταῦτα μὲν ὑπὲρ τοῦ μηδὲν ἀδικεῖν αὐτὸς ἔλεγε, προσενεκάλει δὲ καὶ κατηγορίαν ἐποιεῖτο, ὅτι μητρὸς ὢν ἀδελφὸς τῆς αὐτοῦ καὶ συζεύξας αὐτῷ τὰς θυγατέρας ἐπιτάγμασιν ἐκτρυχώσειε χαλεποῖς, εἴκοσιν ἐτῶν ἀριθμὸν ἐν αὐτοῖς κατασχών. καὶ τὰ μὲν προφάσει τῶν γάμων ὑπʼ αὐτοῦ γενόμενα καίπερ ὄντα χαλεπὰ κουφότερα ἔφασκε, χείρω δὲ τὰ μετὰ τοὺς γάμους καὶ τις ἂν ἔπαθεν ἐχθρὸς ἔφυγε. 1.320καὶ γὰρ σφόδρα κακούργως Λάβανος ἐχρήσατο τῷ Ἰακώβῳ· ὁρῶν γὰρ αὐτῷ τὸν θεὸν πρὸς ὅτι θελήσειε συλλαμβανόμενον ὑπισχνεῖτο τῶν τεχθησομένων αὐτῷ παρέξειν ἔσθʼ ὅτε μὲν ὅτι καὶ γένοιτο λευκόν, ποτὲ δʼ αὖ τὰ μέλανα τῶν γεννωμένων. 1.321πληθυόντων δὲ τῶν ἐπʼ ὀνόματι τῷ Ἰακώβου τικτομένων, τὴν μὲν εἰς τὸ παρὸν οὐκ ἐφύλαττε πίστιν, εἰς ἔτος δὲ παρέξειν ἐπηγγέλλετο διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτήσεως, ἐπαγγελλόμενος μὲν διὰ τὸ δυσέλπιστον γενέσθαι τοσαῦτα, ψευδόμενος δὲ ἐπὶ γενομένοις. 1.322

Περὶ μέντοι τῶν ἱερωμάτων ἐκέλευεν ἔρευναν ποιεῖσθαι· δεξαμένου δὲ Λαβάνου τὴν ἔρευναν Ῥαχήλα πυνθανομένη κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου· ἐκαθέζετο δὲ φάσκουσα τὴν κατὰ φύσιν κάθαρσιν αὐτῇ ἐνοχλεῖν. 1.323καὶ Λάβανος μὲν ἀφίσταται τῆς ἐπὶ πλεῖον ἐρεύνης οὐκ ἂν οἰηθεὶς τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς τύποις προσελθεῖν, ποιεῖται δʼ ὅρκους πρὸς Ἰάκωβον οὐδενὸς αὐτῷ μνησικακήσειν τῶν γενομένων, ἀλλὰ κἀκεῖνος ἀγαπήσειν αὐτοῦ τὰς θυγατέρας. 1.324καὶ τὰς πίστεις τὰς ἐπὶ τούτοις ἐποιήσαντο ὑπὲρ ὀρῶν τινων, ἐφʼ οἷς στήλην ἀνέθεσαν κατὰ βωμοῦ σχῆμα, ὅθεν Γαλάδην λέγεται βουνός, ἀφʼ οὗ καὶ νῦν Γαλαδηνὴν καλοῦσι τὴν γῆν. ἑστιαθέντων δὲ ἐπὶ τοῖς ὅρκοις μὲν Λάβανος ἀνέζευξεν. 1.325

Ἰακώβῳ δὲ εἰς τὴν Χαναναίαν προϊόντι φαντάσματα συνετύγχανεν ἀγαθὰς ἐλπίδας ὑπαγορεύοντα περὶ τῶν ἐς ὕστερον· καὶ τὸν μὲν τόπον ἐκεῖνον προσαγορεύει θεοῦ στρατόπεδον, βουλόμενος δὲ εἰδέναι, τί ἀδελφὸς αὐτοῦ φρονεῖ, τοὺς γνωσομένους ἕκαστα μετὰ ἀκριβείας προύπεμψε δεδιὼς αὐτὸν διὰ τὴν προτέραν ὑποψίαν. 1.326ἐνετέλλετο δὲ τοῖς πεμπομένοις λέγειν πρὸς τὸν Ἡσαῦν, ὅτι νομίσας Ἰάκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν ὑπεξέλθοι, καὶ νῦν τὸν χρόνον ἱκανὸν ἡγούμενος εἶναι διαλλάκτην ἐπανήκοι γυναῖκάς τε καὶ παῖδας ἐπαγόμενος μετὰ τοῦ πορισθέντος βίου, μετὰ τῶν τιμιωτάτων ἑαυτὸν ἐκείνῳ παραδιδούς, ὅτι κρίνοι μέγιστον ἀγαθὸν τὸ τῷ ἀδελφῷ συμμεταλαμβάνειν τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων. 1.327καὶ οἱ μὲν ταῦτα ἐδήλουν, Ἡσαῦς δὲ περιχαρὴς γίνεται καὶ τῷ ἀδελφῷ ὑπήντα σὺν ὁπλίταις τετρακοσίοις. καὶ Ἰάκωβος πυνθανόμενος ἥκειν αὐτὸν ὑπαντησόμενον μετὰ τοσούτων ἦν περίφοβος, τῷ μέντοι θεῷ τὴν ἐλπίδα τῆς σωτηρίας ἐπέτρεπε καὶ πρόνοιαν εἶχεν ἐκ τῶν παρόντων, ὅπως αὐτὸς ἀπαθὴς σώζοι τοὺς σὺν αὑτῷ κρατήσας τῶν ἐχθρῶν εἰ θέλοιεν ἀδικεῖν. 1.328νείμας οὖν τοὺς σὺν αὑτῷ τοὺς μὲν προύπεμπε, τοὺς δὲ λειπομένους ἆσσον ἐκέλευσεν ἀκολουθεῖν, ὅπως εἰ βιασθεῖεν οἱ προπεμφθέντες ἐπιθεμένου τοῦ ἀδελφοῦ, καταφυγὴν ἔχοιεν τοὺς ἑπομένους. 1.329καὶ τοῦτον διατάξας τοὺς σὺν αὑτῷ τὸν τρόπον πέμπει τινὰς δῶρα κομίζοντας τἀδελφῷ· ὑποζύγια δὲ ἦν τὰ πεμπόμενα καὶ πλῆθος τετραπόδων ποικίλων, δὴ τίμια τοῖς ληψομένοις ἔμελλεν ἔσεσθαι παρὰ τὸ σπανίζειν αὐτῶν. 1.330ἦσαν δὲ οἱ πεμφθέντες ἐκ διαλειμμάτων, ἵνα συνεχέστερον ἐντυγχάνοντες πολλοὶ δοκῶσιν· ἀνήσειν γὰρ ὑπὸ τῶν δωρεῶν τῆς ὀργῆς, εἰ διαμένοι τεθυμωμένος· ἔτι μέντοι καὶ λόγοις χρηστοῖς ὁμιλεῖν πρὸς αὐτὸν εἴρητο τοῖς πεμπομένοις. 1.331

Ταῦτα συνθεὶς διὰ πάσης τῆς ἡμέρας νυκτὸς ἐπιγενομένης ἐκίνει τοὺς σὺν αὑτῷ· καὶ χειμάρρουν τινὰ Ἰάβακχον λεγόμενον διαβεβηκότων Ἰάκωβος ὑπολελειμμένος φαντάσματι συντυχὼν διεπάλαιεν ἐκείνου προκατάρχοντος τῆς μάχης ἐκράτει τε τοῦ φαντάσματος, 1.332 δὴ καὶ φωνῇ χρῆται καὶ λόγοις πρὸς αὐτὸν χαίρειν τε τοῖς γεγενημένοις παραινοῦν καὶ μὴ μικρὸν κρατεῖν ὑπολαμβάνειν, ἀλλὰ θεῖον ἄγγελον νενικηκέναι καὶ σημεῖον ἡγεῖσθαι τοῦτο μεγάλων ἀγαθῶν ἐσομένων καὶ τοῦ μηδέποτε τὸ γένος ἐκλείψειν αὐτοῦ, μηδὲ ὑπέρτερον ἀνθρώπων τινὰ τῆς ἰσχύος ἔσεσθαι τῆς ἐκείνου. 1.333ἐκέλευσέ τε καλεῖν αὐτὸν Ἰσραῆλον, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑβραίων γλῶτταν τὸν ἀντιστάτην ἀγγέλῳ θεοῦ. ταῦτα μέντοι προύλεγεν Ἰακώβου δεηθέντος· αἰσθόμενος γὰρ ἄγγελον εἶναι θεοῦ, τίνα μοῖραν ἕξει σημαίνειν παρεκάλει. καὶ τὸ μὲν φάντασμα ταῦτʼ εἰπὸν ἀφανὲς γίνεται. 1.334ἡσθεὶς δὲ τούτοις Ἰάκωβος Φανουῆλον ὀνομάζει τὸν τόπον, σημαίνει θεοῦ πρόσωπον. καὶ γενομένου διὰ τὴν μάχην ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατὺ αὐτός τε ἀπέχεται τῆς τούτου βρώσεως καὶ διʼ ἐκεῖνον οὐδὲ ἡμῖν ἐστιν ἐδώδιμον. 1.335

Πλησίον δʼ ἤδη τὸν ἀδελφὸν πυνθανόμενος κελεύει προϊέναι τῶν γυναικῶν ἑκατέραν κατʼ αὐτὴν μετὰ τῶν θεραπαινίδων, ἵνα πόρρωθεν ἀφορῷεν τὰ ἔργα τῶν ἀνδρῶν μαχομένων, εἰ τοῦτο θελήσειεν Ἡσαῦς, προσεκύνει δʼ αὐτὸς τὸν ἀδελφὸν ἐγγὺς αὐτῷ γενόμενον οὐδὲν περὶ αὐτοῦ δόλιον φρονοῦντα. 1.336καὶ Ἡσαῦς ἀσπασάμενος αὐτὸν ἀνήρετο τῶν παίδων τὸν ὄχλον καὶ τὰς γυναῖκας, ἠξίου τε τότε μαθὼν περὶ αὐτῶν τὸ πᾶν καὶ αὐτὸς συμβαδίζειν αὐτοῖς πρὸς τὸν πατέρα, Ἰακώβου δὲ προφασιζομένου τὸν κόπον τῶν ὑποζυγίων ὑπεχώρησεν εἰς Σάειραν· ἐνταῦθα γὰρ ἐποιεῖτο τὴν δίαιταν προσαγορεύσας τὸ χωρίον ἀπὸ τῆς αὑτοῦ τριχώσεως δασεῖαν. 1.337

Ἰάκωβος δὲ ἀφίκετο εἰς τὰς ἔτι νῦν Σκηνὰς λεγομένας, ὅθεν εἰς Σίκιμον παρῆν· Χαναναίων δʼ ἐστὶν πόλις. τῶν δὲ Σικιμωτῶν ἑορτὴν ἀγόντων Δεῖνα, θυγάτηρ ἦν Ἰακώβου μόνη, παρῆλθεν εἰς τὴν πόλιν ὀψομένη τὸν κόσμον τῶν ἐπιχωρίων γυναικῶν. θεασάμενος δʼ αὐτὴν Συχέμμης Ἐμμώρου τοῦ βασιλέως υἱὸς φθείρει διʼ ἁρπαγῆς καὶ διατεθεὶς ἐρωτικῶς ἱκετεύει τὸν πατέρα λαβεῖν αὐτῷ πρὸς γάμον τὴν κόρην. 1.338 δὲ πεισθεὶς ἧκε πρὸς τὸν Ἰάκωβον δεόμενος τῷ παιδὶ αὐτοῦ Συχέμμῃ συζεῦξαι Δεῖναν κατὰ νόμον. Ἰάκωβος δὲ οὔτʼ ἀντιλέγειν ἔχων διὰ τὸ ἀξίωμα τοῦ παρακαλοῦντος οὔτε νόμιμον ἡγούμενος ἀλλοφύλῳ συνοικίζειν τὴν θυγατέρα ἠξίωσεν ἐπιτρέψαι αὐτῷ βουλὴν ἀγαγεῖν περὶ ὧν παρακαλεῖ. 1.339ἀπῄει μὲν οὖν βασιλεὺς ἐλπίζων Ἰάκωβον παρέξειν τὸν γάμον, Ἰάκωβος δὲ τοῖς παισὶ δηλώσας τήν τε φθορὰν τῆς ἀδελφῆς καὶ τοῦ Ἐμμώρου τὴν δέησιν ἠξίου βουλεύεσθαι τί δεῖ ποιεῖν. οἱ μὲν οὖν πλείους ἡσύχαζον γνώμης ἀποροῦντες, Σεμεὼν δὲ καὶ Λευὶς ὁμομήτριοι τῆς κόρης ἀδελφοὶ συντίθενται πρὸς ἀλλήλους τοιάνδε τινὰ πρᾶξιν· 1.340οὔσης ἑορτῆς καὶ τῶν Σικιμιωτῶν εἰς ἄνεσιν καὶ εὐωχίαν τετραμμένων νύκτωρ πρώτοις ἐπιβαλόντες τοῖς φύλαξι κτείνουσι κοιμωμένους καὶ παρελθόντες εἰς τὴν πόλιν ἀναιροῦσι πᾶν ἄρρεν καὶ τὸν βασιλέα σὺν αὐτοῖς καὶ τὸν υἱὸν αὐτοῦ, φείδονται δὲ τῶν γυναικῶν. πράξαντες δὲ ταῦτα δίχα τῆς τοῦ πατρὸς γνώμης ἐπανάγουσι τὴν ἀδελφήν. 1.341

Ἰακώβῳ δὲ ἐκπλαγέντι πρὸς τὸ μέγεθος τῶν γεγονότων καὶ χαλεπαίνοντι πρὸς τοὺς υἱοὺς θεὸς παραστὰς ἐκέλευσε θαρρεῖν, ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν, ἃς τὸ πρῶτον ἀπιὼν εἰς τὴν Μεσοποταμίαν ἐπὶ τῇ ὄψει τοῦ ὀνείρου ηὔξατο. 1.342ἁγνίζων οὖν τοὺς ἑπομένους ἐπιτυγχάνει τοῖς Λαβάνου θεοῖς, οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχήλης κλαπέντας, καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν, ἀπάρας τε τοὐντεῦθεν ἐν Βαιθήλοις ἔθυεν, ὅπου τὸ ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας. 1.343

Ἐντεῦθεν δὲ προϊὼν ἐπεὶ κατὰ τὴν Ἐφραθηνὴν γίνεται, ἐνθάδε Ῥαχήλαν ἐκ τοκετοῦ θανοῦσαν θάπτει μόνην τῶν συγγενῶν τῆς ἐν Νεβρῶνι τιμῆς οὐ τυχοῦσαν. πενθήσας δὲ μεγάλως τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε διὰ τὴν ἐπʼ αὐτῷ γενομένην ὀδύνην τῇ μητρί. 1.344οὗτοι Ἰακώβου παῖδες οἱ πάντες, ἄρρενες μὲν δώδεκα θήλεια δὲ μία. τούτων ὀκτὼ γνήσιοι, ἐκ Λείας μὲν ἕξ, δύο δὲ ἐκ Ῥαχήλης, τέσσαρες δὲ ἐκ τῶν θεραπαινίδων δύο ἐξ ἑκατέρας, ὧν καὶ τὰ ὀνόματα πάντων προεῖπον. 1.345

Παρῆν δʼ ἐντεῦθεν ἐπὶ Νεβρῶνα πόλιν ἐν Χαναναίοις κειμένην· ἐκεῖ δὲ Ἴσακος τὴν δίαιταν εἶχε· καὶ βραχέα μὲν ἀλλήλοις συνδιατρίβουσι· τὴν γὰρ Ῥεβέκκαν Ἰάκωβος οὐ κατέλαβε ζῶσαν. θνήσκει δὲ καὶ Ἴσακος οὐ μετὰ πολὺ τῆς ἀφίξεως τοῦ υἱοῦ καὶ ταφῆς ἔτυχεν ὑπὸ τῶν παίδων σὺν τῇ γυναικὶ ἐν Νεβρῶνι μνημείου προγονικοῦ ἐν αὐτῇ τυγχάνοντος αὐτοῖς. 1.346ἐγένετο δὲ Ἴσακος ἀνὴρ θεοφιλὴς καὶ προνοίας πολλῆς ἠξιωμένος ὑπʼ αὐτοῦ μετὰ Ἅβραμον τὸν πατέρα, πολυχρονιώτατος δέ· βιώσας γὰρ ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατὸν μετὰ ἀρετῆς οὕτως ἀπέθανεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1 Joseph. AJ 1 (English) >>Joseph. AJ 2

Powered by PhiloLogic